118
ἐρριζωθεῖσαν εἷς ἀνὴρ ἀνελεῖν οὐχ οἷός τε οὐδ' ἐπιστολὴ μία οὐδὲ χρόνος βραχύς. Τὰς γὰρ ὑπονοίας καὶ τὰς ἐξ ἀντιλογιῶν παρατριβὰς παντελῶς ἀναιρεθῆναι, μὴ ἀξιοπίστου τινὸς μεσιτεύοντος τῇ εἰρήνῃ, ἀμήχανον. Καὶ εἰ μὲν ἐπέρρει ἡμῖν τὰ παρὰ τῆς χάριτος καὶ ἦμεν δυνατοὶ καὶ λόγῳ καὶ ἔργῳ καὶ τοῖς πνευματικοῖς χαρίσμασι δυσωπῆσαι τοὺς ἀν τιδιατιθεμένους, ἔδει κατατολμῆσαι τοῦ τοσούτου πράγμα τος. Τάχα δὲ οὐδ' ἂν τότε συνεβούλευσας ἡμῖν μόνοις ἐλθεῖν ἐπὶ τὴν ἐπανόρθωσιν, ὄντος τοῦ ἐπισκόπου τῇ τοῦ Θεοῦ χάριτι, ᾧ ἡ φροντὶς ἀνήκει προηγουμένως τῆς Ἐκκλησίας· ὃν οὔτε αὐτὸν ἐλθεῖν πρὸς ἡμᾶς οἷόν τε, καὶ ἡμῖν ἀποδημεῖν τέως ὑπὸ τοῦ χειμῶνος οὐ ῥᾴδιον, μᾶλλον δὲ παντελῶς ἀδύνατον οὐ μόνον καθότι τὸ σῶμά μοι ὑπὸ μακρᾶς ἀρρωστίας ἀπείρηκεν, ἀλλ' ὅτι καὶ τῶν Ἀρμενια κῶν ὀρῶν αἱ ὑπερβάσεις μικρὸν ὕστερον ἀδύνατοι γίνονται καὶ τοῖς πάνυ σφριγῶσι καθ' ἡλικίαν. Γράμματι δὲ αὐτῷ σημῆναι ταῦτα οὐ παραιτήσομαι. Οὐ μέντοι προσδοκῶ τι ἐκ τῶν γραμμάτων ἀξιόλογον ἀποβήσεσθαι, τῆς τε τοῦ ἀν δρὸς ἀκριβείας στοχαζόμενος καὶ αὐτῆς τῆς φύσεως τῶν γραμμάτων, ὅτι οὐ πέφυκεν ἐναργῶς δύνασθαι δυσω πεῖν ὁ διαπεμπόμενος λόγος. Πολλὰ γὰρ δεῖ εἰπεῖν, πολλὰ καὶ ἀντακοῦσαι, καὶ λῦσαι τὰ ὑποπίπτοντα καὶ ἀνθυπενεγκεῖν τὰ ὑφορμῶντα, ὧν οὐδὲν δύναται ὁ ἐν τοῖς γράμμασι λόγος, ἀργὸς καὶ ἄψυχος ἐν τῷ χάρτῃ διερριμμένος. Πλὴν ἀλλ', ὅπερ ἔφην, οὐκ ἀποκνήσω γράψαι. Γίνωσκε μέντοι, ὡς ἀληθῶς εὐλαβέστατε καὶ πολυπόθητε ἡμῖν ἀδελφέ, ὅτι οὐδεμία μοι πρὸς οὐδένα, τῇ τοῦ Θεοῦ χάριτι, ἰδιάζουσά ἐστι φιλονεικία. Οὐδὲ γὰρ πολυπραγμονήσας οἶδα τὰ ἐγκλήματα οἷς ἕκαστος ὑπεύθυνος ἤ ἐστιν ἢ ὀνομάζεται. Ὥστε οὕτως ὑμᾶς προσέχειν τῇ ἡμετέρᾳ διανοίᾳ προσήκει, ὡς μηδὲν ἡμῶν δυναμένων ποιῆσαι κατὰ πρόσκλησιν μηδὲ προειλημμένων εἰς τὴν κατά τινων διαβολήν. Μόνον εἰ εὐδοκία γίγνοιτο τοῦ Κυρίου ἐκκλησιαστικῶς πάντα καὶ ἀκολούθως πραχθῆναι. 156.3 Ἐλύπησε δὲ ἡμᾶς ὁ ποθεινότατος υἱὸς ∆ωρόθεος ὁ συνδιάκονος ἀπαγγείλας περὶ τῆς εὐλαβείας σου ὅτι ὤκνησας μετασχεῖν αὐτῶν τῆς συνάξεως. Καίτοι οὐ τοιαῦτα ἡμῖν ἦν τὰ ὡμιλημένα, εἴ τι ἐγὼ μέμνημαι. Ἀποστεῖλαι μέντοι πρὸς τὴν ∆ύσιν ἐμοὶ μὲν παντελῶς ἐστιν ἀδύνατον οὐδένα ἔχοντι τῶν εἰς τὴν διακονίαν ταύ την ἐπιτηδείων. Τῶν δὲ αὐτόθεν ἀδελφῶν, ἐάν τις αἱρῆται τὸν ὑπὲρ τῶν Ἐκκλησιῶν κόπον ἀναδέξασθαι, οἶδε δηλο νότι καὶ πρὸς τίνας ὁρμήσει καὶ ἐπὶ ποίῳ σκοπῷ καὶ πα ρὰ τίνων ἐφοδιασθῇ τοῖς γράμμασι καὶ ποταποῖς τούτοις. Ἐγὼ μὲν γὰρ ἐν κύκλῳ περισκεψάμενος ὁρῶ μεθ' ἑαυτοῦ οὐδένα. Καὶ εὔχομαι μὲν τοῖς ἑπτακισχιλίοις ἐναριθμηθῆ ναι τοῖς μὴ κάμψασι γόνυ τῇ Βάαλ. Πλὴν ὅτι ζητοῦσι καὶ ἡμῶν τὴν ψυχὴν οἱ πᾶσι τὰς ἑαυτῶν ἐπιβάλλοντες χεῖρας. Οὐ μέντοι τούτου γε ἕνεκεν ἐλλείψομέν τι τῆς ὀφειλομένης σπουδῆς ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις.
157.τ ΑΝΤΙΟΧΩ
157.1 Πῶς οἴει βαρέως ἤνεγκα διαμαρτών σου τῆς συντυχίας κατὰ τὸ θέρος;
Καίτοι οὐδὲ ἡ τῶν ἄλλων τοιαύτη γέγονεν ὥστε μέχρι κόρου ἡμῖν προελθεῖν, ἀλλ' οὖν καὶ ὄναρ ἰδεῖν τὰ ποθούμενα φέρει τινὰ τοῖς ἀγαπῶσι παραμυθίαν. Σὺ δὲ οὐδὲ ἐπιστέλλεις, οὕτως ἀργὸς εἶ, ὥστε μηδὲ τὴν ἀπό λειψιν ἄλλῃ τινὶ αἰτίᾳ μᾶλλον ἢ τῷ ἀργῶς ἔχειν πρὸς τὰς ὑπὲρ τῆς ἀγάπης ἀποδημίας λογίζεσθαι. Ἀλλὰ τοῦτο μὲν πεπαύσθω ἡμῖν. Εὔχου δὲ ὑπὲρ ἡμῶν καὶ παρακάλει τὸν Κύριον μὴ ἐγκαταλιπεῖν ἡμᾶς, ἀλλ', ὡς ἐκ τῶν ἐπελθόντων παρήγαγεν ἡμᾶς πειρασμῶν, οὕτω καὶ ἐκ τῶν προσδοκω μένων ῥύσασθαι εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ, ἐφ' ᾧ ἠλπίσαμεν.
158.τ ΑΝΤΙΟΧΩ