οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὑπάρχειν ὅλως· προανα φαίνεται δέ πως τῆς εἰς τὸ εἶναι παρόδου τὸ μὴ ὑφεστάναι ποτέ. Ληρία γὰρ τοῦτό γε, καὶ τῆς εἰς ἄκρον ἡκούσης ἐμβροντησίας κατάδειξις ἐναργής. Εἰ μὲν γὰρ περὶ σωμάτων, ἤτοι τῶν καθ' ἡμᾶς, πο 77.737 λυπραγμονοῖτο τυχὸν ὁ λόγος, τὰ σωμάτων ἴδια προσ νέμειν αὐτοῖς, καίπερ ἂν φαίνοιτο συμβαίνοντα φυσικῶς τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν, τὸ ἀπεικὸς οὐδέν. Προανίσχει γὰρ ὁμολογουμένως τῆς εἰς ὕπαρ ξιν ὁδοῦ, τὸ μὴ ὑπάρχον ὅλως. Ὑπομενεῖ δὲ πρὸς τούτοις καὶ μερισμοὺς τοὺς ἐκ τοῦ τεκόντος εἰς ἀποκλήρωσιν ἰδικὴν τοῦ γεγεννημένου. Ἐπὶ δὲ τῆς ἀνωτάτω πασῶν οὐσίας, τῆς ἐπέκεινα παντὸς γενητοῦ, πῶς οὐκ ἀπόπληκτον κομιδῇ μερισμοὺς εἰσδέχεσθαι καὶ ἀποκοπὰς, καὶ τὸ ἐν χρόνῳ ζητεῖν τὴν γέννησιν. Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε! ἰσχνὸν ὅτι μάλιστα τοῖς θεωρήμασι τὸν νοῦν ἐνιεὶς, εἴσῃ τὸ ἀληθές. Ἢ ἴσθι τὴν θείαν περιυβρίζων φύσιν, τὰ σωμάτων ἴδια προσνέμων αὐτῇ, καὶ τὴν ὑψοῦ καὶ ἐπέκεινα παντὸς τοῦ πεποιημένου κατακομίζων ὑπεροχὴν εἰς αἰσχίονα δόξαν, ἤπερ ἂν αὐτῇ πρέποι τε καὶ ἐνεῖναι πιστεύοιτο. Πατρὸς γὰρ ὄντος ἀεὶ τοῦ Πατρὸς, καὶ οὐκ ἐκ τοῦ κατὰ δύναμιν ἐν χρόνῳ προήκοντος εἰς τὸ τεκεῖν κατ' ἐνέργειαν, ἀεὶ συνυπάρχειν ἀνάγκη τὸν δι' ὅν ἐστι Πατήρ. "Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος," κατὰ τὰς Γραφάς. Οὗ δὲ τὸ "ἦν" ὀνομάζεται, προεπενηνεγμένου μηδενὸς, ποῦ τῆς ἐννοίας ὁ δρόμος στήσεται, καὶ πρὸς ποῖον ἡμῖν κατ αντήσῃ τέλος, ὡς ἐν ἰσχναῖς φαντασίαις ὁ νοῦς εἰ διώκειν ἕλοιτο τὸ "ἦν;" Οὐκοῦν γεγέννηται μὲν, καὶ Θεὸς ἦν ὁ Λόγος· γεγέννηται δὲ, οὐ κατὰ σώματος φύσιν, ὡς ἑτερότητα τὴν εἰς ἅπαν ὑπάρξαι νοεῖν τῷ γεννωμένῳ πρὸς τὸ γεννῶν. Κεχρήμεθα δὲ ἀναγκαίως ἐκ τοῦ καθ' ἡμᾶς τὸ τῆς γεννήσεως ὄνομα, καταση μαίνοντες ὅτι τῆς Θεοῦ Πατρὸς οὐσίας ὁ Μονογενὴς, φωτὸς ἀνέλαμψε νόμῳ· καὶ ὑφέστηκε μὲν ἰδικῶς, καὶ ἐν ὑπάρξει νοεῖται τῇ καθ' ἑαυτόν. Ἀπόῤῥητος δὲ παντελῶς ὁ ἐπὶ τῷδε λόγος. Οὐ γάρ τοι τῆς τοῦ τεκόντος οὐσίας εἰς ἅπερ ἐξεστηκὼς, ἀλλ' αὐτός τε ὑπάρχων ἐν τῷ Πατρὶ, καὶ ἐν ἰδίᾳ φύσει καταδει κνὺς τὸν γεννήτορα, συμπροσκυνεῖται καὶ συνδοξά ζεται. Ἐπειδὴ δέ ἐστιν ὁμοούσιος καὶ ἰσοκλεὴς, ἀναγκαίως ἰσουργός τε ἅμα καὶ ἰσοσθενής. Συν υφεστηκότος δὲ οὕτως ἡμῖν τοῦ ἁγίου Πνεύματος, συνθεολογουμένου τε καὶ συνεισθέοντος, ὀρθῶς τε καὶ ἀμωμήτως ἡ περὶ τῆς ἁγίας ἡμῖν Τριάδος συγκεί σεται πίστις. Ὁ τοίνυν τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιώμασι εὖ μάλα διαπρεπὴς, δι' οὗ τὰ πάντα παρ ήχθη πρὸς γέννησιν, "οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσον Θεῷ," κατὰ τὸ γεγραμμένον, "ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀν θρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄν θρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ." Καίτοι γὰρ ἐνὸν ἐπ' ἐξουσίας αὐτῷ ταῖς ἰδίαις ὑπεροχαῖς ἐν ερηρεῖσθαι λαμπρῶς, καὶ ἰσότητι τῇ πρὸς τὸν Πατέρα πλουσίως ἐντρυφᾷν, καὶ τοῖς τῆς θεότητος ἐναγλαΐ ζεσθαι θάκοισι, καταπεφοίτηκεν ἑκὼν εἰς εἶδος τὸ καθ' ἡμᾶς, οὐδὲν εἰς ἰδίαν ἀδικούμενος φύσιν τῇ προσλήψει τοῦ καταδεεστέρου, προστιθεὶς δὲ μᾶλλον 77.740 τὸ ἐνδέον αὐτῷ. Οὐ γὰρ ἦν εἰκὸς, μᾶλλον δὲ ἦν καὶ σφαλερώτατον, ἐννοεῖν καὶ λέγειν, ὡς τὴν θείαν καὶ ἄῤῥητον πλεονεκτήσει φύσιν ἡ ἀνθρώπου τυχὸν, καὶ εἰς τὸ οἰκεῖον αὐτὴν ἀκαλλὲς ἐκβιάσεται, καὶ κατα βιβάσει τῆς ἰδίας ὑπεροχῆς. Σοφὸν δὲ δήπου καθά περ ἐγᾦμαι τὸ διαλογίζεσθαι δεῖν, ὅτι τῇ τῆς θεότη τος φύσει παραχωρήσει τὰ καθ' ἡμᾶς. Καὶ πρός γε τὸ[ν] ἀσυγκρίτως ἄμεινον μετοιχήσεται, τῇ τοῦ προὔ χοντος εὐκλείᾳ νικώμενον. Καὶ γάρ ἐστι τῶν ἀτοπω τάτων, ἐν μὲν τοῖς ὑπὸ Θεοῦ γεγονόσιν ὁρᾷν τῇ τῶν ἀμεινόνων μίξει τε καὶ παραθέσει καὶ τὰ μὴ σφόδρα περικαλλῆ κοσμούμενα· οἴεσθαί γε μὴν τῇ ἀνθρώπου φύσει Θεὸν προσωμιληκότα, καθ' ὃν οἶδε τρόπον αὐτὸς, μὴ οὐχὶ δὴ μᾶλλον ἐναπομάξασθαί τι τῶν ἰδίων αὐτῇ, βλάβος δέ τι καὶ τῶν παρ' ἀξίαν εἰς ἰδίαν αὐτὸν ἀνατλῆναι φύσιν. Καὶ ἤλιος μὲν τῆς ἀκτῖνος τὴν προσβολὴν, καὶ βορβόροις αὐτοῖς καὶ τέλμασιν ἐνιεὶς, ἀδιαλώβητον παντελῶς τηρήσει τὸ σέλας· ἡ δὲ θεία καὶ ἀκήρατος, καὶ ὑπερτάτη φύσις, ἢ τὸ