Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Σωτήρ. Ὅτε κατὰ τὴν ἕρημον ὁ Σωτὴρ ἀποτρέφειν ἐβούλετο τοὺς ἀκολουθήσαντας αὐτῷ, λέγει πρὸς Φίλιππον· Πόσους ἄρτους ἔχετε; καὶ ἔστι μὲν ὡς ἀγνοοῦντος ἡ ἐρώτησις. ∆ιαμαρτύρεται δὲ παραχρῆμα λέγων ὁ εὐαγγελιστής· Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει τι ἔμελλε ποιεῖν. Εἰ τοίνυν ὅπερ ἔμελλε ποιεῖν ἐπιστάμενος, ὡς ἀγνοῶν ἐρωτᾷ, τί κωλύει καὶ νῦν χρησίμου τινὸς ἕνεκα συγχωρεῖν αὐτῷ, μὴ εἰδέναι λέγειν τὴν ἡμέραν καὶ τὴν ὥραν; Καὶ οὐ ψευδόμενος τοῦτό φησιν· εἰδὼς γὰρ ὡς Θεὸς Λόγος, δύναται ὡς ἄνθρωπος ἀγνοεῖν, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ, κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἔτι εἰς τὸ, Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐ ρανῶν, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος. Πρότασις ὡς ἐκ τῶν αἱρετικῶν. Πάντα, φασὶν, οἶδεν ὁ Πατὴρ, οὐ πάντα δὲ ὁ Υἱὸς, κατὰ τὴν αὐτοῦ φωνήν· ταύτῃ γὰρ μάλιστα πρὸς ἀπόδειξιν χρῆσθαι καλόν. Εἰ τοίνυν οἶδε μὲν ὁ Πατὴρ τὴν ὥραν ἐκείνην, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς τῆς αὐτῆς ἔσται φύσεως τῷ πάντα εἰδότι ὁ μὴ τοιοῦτος; Πρὸς τοῦτο λύσις. Εἰ μὴ πάντα οἶδεν ὁ Υἱὸς, καθ' ὑμᾶς, ὦ χριστομάχοι, ψεύδεσθαι λέγειν ἀνάγκη τὰς θείας Γραφὰς, καὶ τῶν ἁγίων καταθρασύνεσθαι λεγόντων περὶ αὐτοῦ· Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Καὶ γὰρ ἐν τοῖς πᾶσιν ἐστὶ καὶ ἡ τῆς συντελείας ἡμέρα· οὐδὲν γὰρ ἔξω κεῖσθαι τὸ πάντα συγχωρεῖ. Εἰ δὲ ταύτην ἀγνοεῖ ὁ Υἱὸς, πῶς οἶδε τὰ πάντα; Ἀλλὰ δεῖ πάντως τὰς τῶν ἁγίων ἀληθεῖς εἶναι φωνάς. Καὶ οἶδε τὰ πάντα ὁ Υἱός. Εἰ δ' ἐν τοῖς πᾶσιν ἀνάγκη καὶ τὸ τέλος νοεῖν, μάταιον ἡμῶν ἀναπέφανται τὸ σόφισμα. Οἰκονομεῖ γάρ τοι Χριστὸς, μὴ εἰδέναι λέγων τὴν ὥραν ἐκείνην, καὶ οὐκ ἀληθῶς ἀγνοεῖ. 75.380 ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Παῦλος, ὅτι πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ ἐστι, περὶ δὲ τοῦ Υἱοῦ δηλονότι φησὶν, ἓν δὲ τῶν πάντων καὶ ἡ ὥρα ἐκείνη, πῶς ἀγνοεῖ ταύτην ὁ ἐν ὀφθαλμοῖς ἔχων τὰ πάντα τετραχηλισμένα; ΑΛΛΟ. Εἰ μὴ δύσφημον εἶναι πιστεύετε τὸ λέγειν ἠγνοηκέναι τι τῶν ὄντων τὸν Υἱὸν, ἐχέτω, καθ' ὑμᾶς, καὶ οὕτως. Ἀλλ' εἰδῶμεν εἰ μὴ σφάλλεσθε τὰ τοιαῦτα φρονοῦντες περὶ αὐτοῦ· ἐξ αὐτοῦ θεωρήσομεν τοῦ πράγματος, εἰ μὴ σαθροτάταις ἐννοίαις ἐπερείδεσθε, καλαμίνην ὥσπερ ἑαυτοῖς ὑποθέντες τὴν βακτηρίαν. Μόνην ἔφησε τὴν ἡμέραν ἐκείνην ἀγνοεῖν ὁ Υἱός· οὐκοῦν εἰ μόνην ἐκείνην ἀγνοεῖ, οἶδε τὰς ἄλλας· ἐν δὲ ταύταις καὶ ἡ πρὸ αὐτῆς κείσεται. Καὶ πῶς ὁ εἰδὼς τὴν πρὸ αὐτῆς, οὐκ οἶδεν ὅτι μεθ' ἣν οἶδεν εὐθὺς ἡ ἀγνοουμένη καθ' ὑμᾶς εἰσβαίνει; Ὅμοιον γὰρ ὥσπερ εἴ τις λέγοι μὴ εἰδέναι τὸν δέκα ἀριθμὸν, ποίαν ἔχει τὴν θέσιν, τοὺς εἰδότας τὸν ἐννέα. Πρόδηλον γὰρ ὅτι μετὰ τὸν ἐννέα ὁ δέκα κείσεται πάντως. Εἰ τοίνυν οἶδε τὴν πρὸ αὐτῆς, πῶς οὐκ εἴσεται καὶ αὐτήν; Πῶς ὁ τοσαῦτα σημεῖα πρὸ τοῦ τέλους ἔσεσθαι λέγων, οὐκ οἶδεν ὅτι μετὰ τὰ σημεῖα τὸ τέλος; Πανταχόθεν τοιγαροῦν ἀνόητοι δειχθήσεσθε, τῆς ἀληθείας τολμῶντες καταψεύδεσθαι. Οἶδε γὰρ τὰ πάντα ὁ Υἱὸς, κἂν οἰκονομικῶς ἀγνοεῖν τι λέγῃ.
ΛΟΓΟΣ ΚΓʹ.
Εἰς τὸ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ εἰς
τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Καὶ εἰς τὸ, Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· ἀλλὰ καθὼς ἀκούω, κρίνω· καὶ ὅσα τούτοις ὅμοιά ἐστι ῥητά. Ἀντίθεσις ἐκ τῶν αἱρετικῶν.Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ' οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱὸς, ὁ λέγων εἰληφέναι πάντα παρὰ τοῦ Πατρός, Ἔχων γὰρ, οὐκ ἂν ἐδέξατο. Ἐπειδὴ δὲ φαίνεται λαβὼν, ὡς αὐτός φησι, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ. Πρὸς τοῦτο λύσις. Ὅταν οὖν ἀκούσῃς λέγοντος τοῦ Υἱοῦ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστι, τί ἄρα ποιήσεις, αἱρετικέ; Εἰ γὰρ οὐδὲν ἔχει, καθ' ὑμᾶς, ὁ Υἱὸς ἐξ ἑαυτοῦ, ἔχει τοῦτο καὶ ὁ Πατήρ· καὶ εἰ πάντα ἔχει φυσικῶς ὁ Πατὴρ, ἔχει