1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

120

οὐδ' ἂν ἐπέστειλα τὴν ἀρχήν, εἰ μὴ μείζονα ἡγούμην τὴν βλάβην ἀρνήσασθαι τὴν αἴτησιν παντελῶς, ἢ ἐλλειπῶς παρασχέσθαι.

160.τ ∆ΙΟ∆ΩΡΩ

160.1 Ἀφίκετο ἡμῖν γράμματα τὴν ἐπιγραφὴν ἔχοντα ∆ιοδώ ρου, τὰ δὲ

ἐφεξῆς ἄλλου τινὸς πρέποντα εἶναι μᾶλλον ἢ ∆ιοδώρου. ∆οκεῖ γάρ μοί τις τῶν τεχνικῶν τὸ σὸν πρόσω πον ὑποδὺς οὕτως ἑαυτὸν ἀξιόπιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις. Ὅς γε, ἐρωτηθεὶς ὑπό τινος εἰ θεμιτὸν αὐτὸν πρὸς γάμον ἀγαγέσθαι τῆς γυναικὸς τελευτησάσης τὴν ἀδελφήν, οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πράως ἤνεγκε τὴν ἀκοὴν καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ γενναίως αὐτῷ καὶ ἀγωνιστικῶς συγκατέπραξεν. Εἰ μὲν οὖν παρῆν μοι τὸ γράμμα, αὐτὸ ἂν ἀπέστειλα καὶ ἐξήρκεις σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ. Ἐπεὶ δὲ ὁ δείξας πάλιν ἀφείλετο καὶ ὥσπερ τι τρόπαιον καθ' ἡμῶν περιέφερε, κεκωλυκότων τὸ ἐξ ἀρχῆς, ἔγγραφον ἔχειν λέγων τὴν ἐξουσίαν, ἐπέστειλα νῦν σοι ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν ἐπὶ τὸν νόθον ἐκεῖνον λόγον καὶ μηδεμίαν αὐτῷ ἰσχὺν καταλι πεῖν, ἵνα μὴ ἔχῃ βλάπτειν ῥᾳδίως τοὺς ἐντυγχάνοντας. 160.2 Πρῶτον μὲν οὖν, ὃ μέγιστον ἐπὶ τῶν τοιούτων ἐστί, τὸ παρ' ἡμῖν ἔθος, ὃ ἔχομεν προβάλλειν νόμου δύναμιν ἔχον διὰ τὸ ὑφ' ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδο θῆναι. Τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἐάν τις πάθει ἀκαθαρσίας ποτὲ κρατηθεὶς ἐκπέσῃ πρὸς δυεῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι τοῦτον μηδ' ὅλως εἰς Ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον ἢ διαλῦσαι αὐτοὺς ἀπ' ἀλλήλων. Ὥστε, εἰ καὶ μηδὲν ἕτερον εἰπεῖν ἦν, ἐξήρκει τὸ ἔθος πρὸς τὴν τοῦ κακοῦ φυλακήν. Ἐπεὶ δὲ ὁ τὴν ἐπιστολὴν γράψας ἐπιχειρήματι κιβδήλῳ κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λογισμῶν βοηθείας ὑφέσθαι· καίτοι γε ἐπὶ τῶν σφόδρα ἐναργῶν μείζων ἐστὶ τοῦ λόγου ἡ παρ' ἑκάστῳ πρόληψις. 160.3 Γέγραπται, φησίν, ἐν τῷ Λευιτικῷ· «Γυναῖκα ἐπ' ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχη μοσύνην αὐτῆς ἐπ' αὐτῇ, ἔτι ζώσης αὐτῆς.» ∆ῆλον δ' οὖν ἐκ τούτου εἶναί φησιν ὅτι συγχωρεῖται λαμβάνειν τελευτησάσης. Πρὸς δὴ τοῦτο πρῶτον μὲν ἐκεῖνο ἐρῶ, ὅτι ὅσα ὁ Νόμος λέγει τοῖς ἐν τῷ Νόμῳ λέγει, ἐπεὶ οὕτω γε καὶ περιτομῇ καὶ Σαββάτῳ καὶ ἀποχῇ βρωμάτων ὑποκει σόμεθα. Οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ Νόμου ἑαυτοὺς ὑποθήσομεν· ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. Ἠρωτήθημεν εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπ' ἀδελφῇ. Εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὅτι οὐ γέγραπται. Τὸ δ' ἐκ τῆς τοῦ ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος, ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν. Τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπ' ἐκείνου ἁρμόζει. Γέγραπται γάρ, φησίν· «Οὐ λήψει ἀντίζηλον», ὡς τήν γε ἔξω τοῦ ζήλου λαβεῖν οὐκ ἐκώλυσεν. Ὁ δὴ συνηγορῶν τῷ πάθει ἀζηλότυ πον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. Ἀνῃρημένης οὖν τῆς αἰτίας δι' ἣν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοί κησιν τί τὸ κωλύον ἔσται λαμβάνειν τὰς ἀδελφάς; Ἀλλ' οὐ γέγραπται ταῦτα, φήσομεν. Ἀλλ' οὐδὲ ἐκεῖνα ὥρισται. Ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἀμφοτέροις τὴν ἄδειαν δίδωσιν. Ἔδει δὲ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα ἀπηλλάχθαι πραγμάτων. Ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν ὁ νομοθέτης, ἀλλ' ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῆρεν ὁ Ἰσραήλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὓς μεθίσταται. Ἔχει γὰρ οὕτως ἡ λέξις· «Κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπ' αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάξω ὑμᾶς