οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἐννοίαις ἑλὼν, ἀπο περαίνει τὸ δοκοῦν. "Οὐδὲν γὰρ, οὐδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ πάντα κατορθοῦν," κατὰ τὸ γε γραμμένον τοῖς ἀρχαιοτέροις ὑμνούμενον. Ἀλλ' εἴ σοι φίλον καὶ ἐν σπουδῇ, καὶ τὴν τῆς ἐνανθρωπή σεως αἰτίαν καταμαθεῖν, ὄκνου κρείττονα ποιήσο μαι τὴν ἀφήγησιν, καὶ ἐν βραχέσιν ἐρῶ. 77.744 δʹ. Ἄφθαρτον καὶ ἀνώλεθρον ἐποίει τὸν ἄνθρωπον ἐν ἀρχαῖς εὐθὺς ὁ πάντων ∆ημιουργὸς, οὐκ ἰδίας φύσεως νόμοις ἐρηρεισμένον εἰς τοῦτο, καὶ ἀκλονήτως ἔχοντά ποθεν. Νοσεῖν γὰρ ἀνάγκη τοῖς ὑπὸ γένεσιν τὴν φθορὰν, καὶ τὸ ἄρχειν τοῦ πεποιῆσθαι λαχὸν διέρπει που πάντως εἰς τὸ καταλῆξαι δεῖν. Ἀλλ' ἐπείπερ ὧδε ἔχειν αὐτὸν ὁ ∆ημιουργὸς ἤθελε, πρὸς τῷ ἀνωλέθρῳ, καὶ παντὸς εἴδησιν ἀγαθοῦ, καὶ μὴν καὶ ἔφεσιν τὴν εἰς ἀρετὴν ἐγχάραττε τῷ ζώῳ· εἶτα δρᾷν ἐπ' ἐξουσίας ὅπερ ἂν ἕλοιτο διδοὺς, τὴν ἐλευθέροις πρέπουσαν ἐχαρίζετο δόξαν. Ἔδει γὰρ, ἔδει προαιρετικὴν ἐν ἡμῖν ὁρᾶσθαι τὴν ἀρετήν. Εἶτα τοῖς τοῦ διαβόλου φενακισμοῖς ἐξολισθήσας εἰς ἁμαρ τίαν, καὶ τῶν δοθέντων ὀλιγωρήσας νόμων, θανάτῳ κατεδικάζετο, καὶ ταῖς παραβάσεσι συνηῤῥώστησε τὴν φθοράν. Ἐπειδὴ δὲ πρὸς τὸ ἐν ἀρχαῖς ἀναπλάτ τειν τὸ ζῶον ἐδόκει τῷ ποιητῇ, φθορᾶς τε ὁμοῦ καὶ ἀναμαρτησίας ἀπαλλάττειν ἤθελε, νόμον ὡρίσατο τὸν διὰ Μωσέως· λελάληκε δὲ καὶ διὰ προφητῶν ἁγίων. Ἀλλ' ἦν οὐδὲν ἧττον ἐν πολλαῖς ἄγαν αἰτίαις τὰ καθ' ἡμᾶς. Τοιγάρτοι καὶ αὐτὸν ἀφικέσθαι λοιπὸν ἐξ οὐρα νοῦ παρεκάλουν, λέγοντες· "Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι." Πῶς οὖν ἔδει τοῖς ἐπὶ τῆς γῆς ἐμφανῆ γενέσθαι Θεόν; ἄρα γυμνῇ τῇ δόξῃ, καὶ οὐδὲν ἐχούσῃ τὸ κατασκίασμα; Καὶ τίς ἂν ὑπέστη τὴν οὕτω σεπτὴν καὶ δύσοιστον θέαν; Καίτοι λέγοντος ἀκούω τινὸς τῶν παρ' Ἕλλησι ποιητῶν καὶ εἰς πολύ θεον πλάνησιν ἀπενηνεγμένων· Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. Ὅτι δὲ τῶν τῆς ἀνθρωπότητος ἐπέκεινα μέτρων ὁρᾶ ται σαφῶς τῶν τῆς ἀκηράτου φύσεως τὴν δόξαν ἰδεῖν, εἴσῃ κἀντεῦθεν. Καταβέβηκεν ἐν εἴδει πυρὸς ἐπὶ τὸ Σινᾶ καλούμενον ὄρος. Εἶτα προσελάλει τοῖς υἱοῖς Ἰσραὴλ, μεσιτεύοντος τοῦ πανσόφου Μωσέως. Ἀλλ' οὐκ ἐνεγκὼν τὴν θέαν ὁ Ἰσραὴλ, ἐλιπάρει λέγων· "Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, μή ποτε ἀποθάνωμεν." Καταπεφρικό των δὴ οὖν τῶν ἐξ Ἰσραὴλ, καὶ τὴν τοῦ μεσιτεύοντος χρείαν ἀναγκαιοτάτην ἔσεσθαι τοῖς παιδαγωγουμένοις ἀναφανδὸν εἰρηκότων, ἐπήνεγκε τὴν σκέψιν ὁ νομο θέτης· καὶ τύπον ὥσπερ τινὰ τὴν Μωσέως διακονίαν τῆς ἐσομένης διὰ Χριστοῦ τοῖς πάλαι προθεὶς αὐ τὸν ἡμῖν ἐναργῶς ἀναδείξειν κατὰ καιροὺς ὑπισχνεῖτο, λέγων· "Ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ θήσω τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ." ∆εσπότην γὰρ ὄντα προφητῶν τὸν Υἱὸν, προφήτην ὠνόμαζε τῶν τῆς ἀνθρωπότητος μέτρων εἴσω τιθεὶς, διὰ τὸ τῆς οἰκονομίας ἀπόῤῥητον. Ἵνα τοίνυν γένηται κατὰ Μωσέα, τουτέστιν ἄνθρωπος, καὶ Θεοῦ μεσί της καὶ τῶν καθ' ἡμᾶς, πεφόρηκε τὸ ἀνθρώπινον 77.745 σῶμα· καὶ "σπέρματος Ἀβραὰμ ἐπελάβετο," κατὰ τὰς Γραφὰς, ἵν' ὃ ἐπίπερ ἐστὶ κατὰ φύσιν ζωὴ, τὴν τοῖς ἀνθρωπίνοις σώμασιν ἐγκατασκήψασαν ἐξ ἀρᾶς, ἐξελάσῃ φθορὰν, καὶ μεταστήσῃ σύμπαντα εἰς θεο γνωσίαν, εἰς ἐγκράτειαν, εἰς ἀνδρείαν, εἰς ὑπομονὴν, καὶ εἰς τὸ δρᾷν ἑλέσθαι καὶ φρονεῖν, ἃ ζηλωτοὺς ἀποφαίνει, καὶ θείων ἡμᾶς ἐμπίπλησι χαρισμάτων. Ἀλλ' ἠγνόησε τὴν οἰκονομίαν ὁ Ἰσραὴλ, καίτοι προφητῶν ἁγίων ἀνακεκραγότων σαφῶς τὸ ἐπ' αὐτῷ μυστήριον. Ὁ μὲν γὰρ ἔφασκεν· "Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε." Καὶ ἄλλωθι· "Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετ' ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ, συνάξει ἄρνας." Ἕτερος δ' οὖν, Ἰεζεχιὴλ δὲ οὗτος πανάριστος προφητῶν· "Τάδε λέγει Κύριος ὁ Θεός· Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου ἰσχυροῦ, καὶ ἀνὰ μέσον προβάτου ἀσθενοῦς· ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ