Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τοῦτο καὶ ὁ Υἱός. Ἀνάγκη τοίνυν, ἢ τὸ μηδὲν ἔχειν δύνασθαι λέγοντας τὸν Υἱὸν, περιθεῖναι τοῦτο καὶ τῷ Πατρὶ, ἵν' ἔχων φαίνηται τὰ τοῦ Υἱοῦ· ἢ εἰ τοῦτο φευκτέον, ἀνάγκη συνομολογεῖν κεκτῆσθαι τὸν Υἱὸν ὅσα καὶ ὁ Πατήρ. Τοῦ Πατρὸς γὰρ ἔφησεν εἶναι πάντα τὰ ἑαυτοῦ, καὶ αὐτὸς ἔχειν πάντα τοῦ Πατρός. 75.381 ΑΛΛΟ, διηγηματικῶς. Οὐ διὰ τὸ μὴ ἔχειν ὁ Υἱὸς, εἰληφέναι λέγεται παρὰ τοῦ Πατρός. Ἔχει γὰρ φυσικῶς, ἴδιος ὢν αὐτοῦ Λόγος καὶ ἀπαύγασμα, πάντα τὰ αὐτοῦ, δίχα μόνου τοῦ εἶναι καὶ λέγεσθαι Πατήρ. Λέγει δὲ εἰληφέναι παρὰ τοῦ Πατρὸς, προαναιρῶν ὡς Θεὸς τὰς τῶν αἱρετικῶν ὑπονοίας. Ἵνα γὰρ μή τις τὸν Υἱὸν θεωρῶν πάντα τὰ τοῦ Πατρὸς ἔχοντα ἐκ τῆς πολλῆς λίαν ὁμοιότητος καὶ ἀπαραλλάκτου ταυτότητος νομίσῃ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν, καὶ εἰς τὴν Σαβελλίου πλάνην ἐκπέσῃ, ἀναγκαίως εἰληφέναι φησὶ παρὰ Πατρὸς, φυσικῶς τοῦτο ἔχων· ἵν' ὁ λόγος εἰσφέρων ἕνα μὲν τὸν διδόντα, δεύτερον δὲ τὸν δεχόμενον, ἐν ἰδιαζούσαις ὑποστάσεσι δυάδα δεικνύῃ οὐ μόνοις ὀνόμασι διαστελλομένην. Ἴδιος δὲ ὢν τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, πάντα μὲν τὰ τοῦ Πατρὸς ἀϊδίως ἔχει. Παρ' αὐτοῦ δέ φησιν εἰληφέναι διὰ τὸ ἐξ αὐτοῦ προελθεῖν, φυσικῶς ἔχων τὰ πάντα προσόντα αὐτῷ. ΑΛΛΟ. Οὐδὲν εἰς τὸν θεότητος λόγον τὸν Υἱὸν ἀδικήσει τὸ λέγειν· Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου· ἀλλὰ μᾶλλον ἀποδεικνύει σαφῶς κατὰ φύσιν ὄντα Υἱόν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη, ἐν δὲ τῷ πάντα εἰπεῖν οὐδὲν ἀφῆκεν ἐκτός· οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, ἅπερ καὶ εἰληφέναι φησὶν, ἀλλ' ἰδιάζουσαν ἐκ Πατρὸς τὴν γέννησιν ἔχει. Υἱὸς δὲ ὢν κατὰ φύσιν, ἔχει πάντως τὰ τοῦ γεννήσαντος ἴδια. Ἴδιον δὲ τοῦ γεννήσαντος τὸ πάντα ἔχειν· οὐκ ἄρα ἐνδεής τινος ὁ Υἱός. ΑΛΛΟ. Εἰ πάντα αὐτῷ παρεδόθη, καθά φησιν αὐτὸς, καὶ δέδοται ἐν τῇ χειρὶ αὐτοῦ, οὔτε τῶν πάντων εἷς ἔσται, ἀλλὰ καὶ μόνος φανεῖται κληρονόμος, ὡς Υἱός. Εἰ γὰρ εἷς ὢν καὶ αὐτὸς τῶν πάντων ἐτύγχανε, κατηριθμεῖτο ἂν ἐν τοῖς πᾶσι, καὶ οὐκ ἂν ἦν κληρονόμος. Ἐπειδὴ δὲ φαίνεται πάντα λαβὼν φυσικῶς τε καὶ οὐσιωδῶς, δηλονότι διατρεχούσης εἰς αὐτὸν τῆς τοῦ γεννήσαντος ἀρχῆς τε καὶ κυριότητος, ἄλλος ἐστὶ τῶν πάντων ἐξ ἀνάγκης, καὶ μόνος ἴδιος τοῦ Πατρὸς Υἱός. ΑΛΛΟ, διηγηματικῶς. Εὑρίσκεταί που λέγων ὁ Σωτήρ· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· ὅπερ ἀκόλουθον οὕτω νοεῖν. ∆ιὰ μὲν γὰρ τοῦ λέγειν, ∆έδωκε, τὸ ἐκ Πατρὸς ἔχειν φυσικῶς σημαίνει, καὶ καθ' ὑπόστασιν ἕτερον ἑαυτὸν πρὸς τὸν δεδωκότα δεικνύει· ἕτερον δὲ λέγω μόνον τῷ ἀριθμῷ. ∆ιὰ δὲ τοῦ λέγειν, Ὥσπερ ἔχει ὁ Πατὴρ, οὕτως ἔχει καὶ ὁ Υἱὸς, δῆλός ἐστιν ἐκεῖνο διδάσκων, ὅτι ὥσπερ ἀϊδίως ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ τὴν ζωὴν, οὕτω καὶ ὁ Υἱὸς ἀϊδίως ἔχει ζωὴν ἐν ἑαυτῷ. Εἰ μὲν οὖν τολμᾷ τις λέγειν εἶναι χρόνον ὅτε ζωὴν οὐκ εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ, κρατεῖν ἀνάγκη 75.384 τοῦτο καὶ ἐφ' Υἱοῦ. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἔχειν δὲ δώσομεν ἀεὶ τὸν Πατέρα ζωὴν ἐν ἑαυτῷ, ἔσται τοῦτο καὶ ἐφ' Υἱοῦ· τοῦτο γάρ ἐστι τὸ οὕτως ἔχειν αὐτὸν, ὥσπερ καὶ ὁ Πατήρ. Εἰ δὲ ἀεὶ ἔχων, εἰληφέναι λέγει, οἰκονομεῖ τι σοφὸν ἡ φωνὴ, καὶ οὐδὲν εἰς τὸν τῆς φύσεως λόγον ἀδικήσει τὸν Υἱόν. ΑΛΛΟ. Εἴ τις τῷ ἐκ τοῦ φωτὸς ἀπαυγάσματι περιθείη φωνὴν, εἶτα τοῦτο λέγοι· Πάντα μοι δέδωκε τὸ φῶς τὰ ἑαυτοῦ, φωτίζω γὰρ ὥσπερ ἐκεῖνο· ἆρ' εὐλόγως ἂν εἴποι μὴ ἐσχηκέναι ποτὲ τὸ ἀπαύγασμα τοῦ φωτίζειν τὴν δύναμιν; καὶ πῶς ἀπαύγασμα ἦν; Εἰ δὲ καὶ φωτίζειν δυνάμενον διὰ τὸ πάντα τὰ τοῦ φωτὸς ἔχειν, καὶ γεννᾶσθαι πάλιν ἐξ ἑαυτοῦ, εἰληφέναι λέγει παρ' αὐτοῦ, πῶς οὐκ ἄτοπον μὴ καὶ πλέον τι τοῦ παραδείγματος νοεῖν ἐπὶ τοῦ Θεοῦ Λόγου; Πάντα γὰρ ἔχων φυσικῶς ἐκ Πατρὸς, εἰληφέναι φησὶν ἐξ αὐτοῦ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι, μετὰ πάντων ὧν ἔχει. ΑΛΛΟ, εἰς τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία· καὶ, ∆όξασόν σου τὸν Υἱὸν, ἢ καὶ καθολικώτε ρον, περὶ τοῦ δοξάζεσθαι ἢ δέχεσθαί τι τὸν Υἱόν. Οὐκ ἐν χρείᾳ δόξης ἢ ἑτέρου τινὸς καθεστηκὼς ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶν, αἰτεῖ παρὰ τοῦ Πατρὸς, ἢ καὶ λαμβάνειν λέγεται, οἰκονομικῶς δὲ τοῦτο ποιεῖ. ∆έχεται μὲν γὰρ ἀνθρωπίνως διὰ τὸ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιώσεως.