121
ἐκεῖ, οὐ ποιήσετε, καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε.» Ὥστε τοῦτο εἰκός που τὸ εἶδος τῆς ἁμαρ τίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς Ἔθνεσι· διὸ μηδὲ τῆς ἐπ' αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλ' ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει πρὸς τὴν τοῦ μύσους διαβολήν. Πῶς οὖν τὸ μεῖζον ἀπαγορεύσας τὸ ἔλαττον ἐσιώπησεν; Ὅτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων, πρὸς τὸ ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ πατριάρχου. Ἡμᾶς δὲ τί χρὴ ποιεῖν; Τὰ γεγραμμένα λέγειν ἢ τὰ σιωπηθέντα προσεξεργάζεσθαι; Αὐτίκα τὸ μὴ δεῖν μιᾷ ἑταίρᾳ κεχρῆσθαι πατέρα καὶ υἱὸν ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ Προφήτῃ μεγίστης κατηγορίας ἠξίωται. «Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο.» Πόσα δὲ εἴδη ἄλλα τῶν ἀκαθάρτων παθῶν τὸ μὲν τῶν δαιμόνων διδασκάλιον ἐξεῦρεν, ἡ δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταρρυπαί νειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέβαλεν; Ὡς καὶ ὁ ἀπόστολος Παῦλός φησι· «Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις», τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀρρένων ἀρρητοποιίας καὶ τὰς τῶν θηλειῶν περιλαμ βάνων. Ὥστε οὐ πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις. 160.4 Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτό φημι, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην. Τὸ γὰρ «Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκα λύψαι ἀσχημοσύνην αὐτῶν» ἐμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. Τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός, μᾶλλον δὲ τῆς ἑαυτοῦ σαρκός; Οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μετα βαίνει. Ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται οὐδὲ θυγατέρα τῆς γυναικός, διότι μηδὲ τὴν ἑαυτοῦ μητέρα μηδὲ τὴν ἑαυτοῦ θυγατέρα, οὕτως οὐδ' ἀδελφὴν γυναικός, διότι μηδὲ ἀδελφὴν ἑαυτοῦ. Καὶ τοῦτο ἀνάπαλιν οὐδὲ τῇ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν. Κοινὰ γὰρ ἐπ' ἀμφοτέρων τῆς συγγενείας τὰ δίκαια. Ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, «Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν». Ἐὰν δέ μοι παραναγινώσκῃ τὸ «Αὐξάνεσθε καὶ πληθύνεσθε», καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. Πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐχὶ ἐφόδιον εἰς ἀσέλγειαν. Εἰ οὐκ ἐγκρατεύονται, γαμη σάτωσαν, φησίν· οὐχὶ δὲ καὶ γαμοῦντες παρανομείτωσαν. 160.5 Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν, οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. Ἐκ ποίας συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; Ἀδελφοὺς αὐτοὺς ἀλλή λων ἢ ἀνεψιοὺς προσεροῦσιν; Ἀμφότερα γὰρ αὐτοῖς προσ αρμόσει διὰ τὴν σύγχυσιν. Μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων, μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις. Μόνον γὰρ τὸ μῖσος τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. Μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. Κεφάλαιον δὲ τῶν εἰρημένων, εἰ μὲν νόμῳ ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, «Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ, μὴ ἐν πάθει ἐπιθυμίας». Πλείονά με λέγειν ὡρμημένον τὸ μέτρον ἐπέχει τῆς ἐπιστολῆς. Εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλ' ἐν οἷς ἂν ἐτολμήθη τόποις ἐναπομεῖναι.
161.τ ΑΜΦΙΛΟΧΙΩ ΧΕΙΡΟΤΟΝΗΘΕΝΤΙ ΕΠΙΣΚΟΠΩ ΤΟΥ ΙΚΟΝΙΟΥ