122
161.1 Εὐλογητὸς ὁ Θεὸς ὁ τοὺς καθ' ἑκάστην γενεὰν εὐαρεστοῦντας αὐτῷ ἐκλεγόμενος καὶ γνωρίζων τὰ σκεύη τῆς ἐκλογῆς καὶ κεχρημένος αὐτοῖς πρὸς τὴν λειτουργίαν τῶν ἁγίων, ὁ καὶ νῦν σε φεύγοντα, ὡς αὐτὸς φῄς, οὐχ ἡμᾶς, ἀλλὰ τὴν δι' ἡμῶν προσδοκωμένην κλῆ σιν, τοῖς ἀφύκτοις δικτύοις τῆς χάριτος σαγηνεύσας καὶ ἀγαγὼν εἰς τὰ μέσα τῆς Πισιδίας, ὥστε ἀνθρώ πους ζωγρεῖν τῷ Κυρίῳ καὶ ἕλκειν ἀπὸ τοῦ βυθοῦ εἰς τὸ φῶς τοὺς ἐζωγρημένους ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. Λέγε οὖν καὶ σὺ τὰ τοῦ μακαρίου ∆αβίδ· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου, ποῦ φύγω;» Τοιαῦτα γὰρ θαυματουργεῖ ὁ φιλάνθρωπος ἡμῶν ∆εσπότης. Ὄνοι ἀπόλλυνται, ἵνα βασιλεὺς Ἰσραὴλ γένηται. Ἀλλ' ἐκεῖνος μὲν Ἰσραηλίτηςὢν τῷ Ἰσραὴλ ἐδόθη, σὲ δὲ ἡ θρεψαμένη καὶ πρὸς τοσοῦτον ἀναβιβάσασα τῆς ἀρετῆς ὕψος οὐκ ἔχει, ἀλλὰ τὴν γείτονα ὁρᾷ τῷ ἰδίῳ κόσμῳ σεμνυνομένην. Ἐπειδὴ δὲ εἷς λαὸς πάντες οἱ εἰς Χριστὸν ἠλπικότες καὶ μία Ἐκκλησία νῦν οἱ Χριστοῦ, κἂν ἐκ διαφόρων τόπων προσαγορεύηται, χαίρει καὶ ἡ πατρὶς καὶ εὐφραίνεται ταῖς τοῦ Κυρίου οἰκονομίαις καὶ οὐχ ἡγεῖται ἕνα ἄνδρα ἐζημιῶσθαι, ἀλλὰ δι' ἑνὸς Ἐκκλησίας ὅλας προσειληφέναι. Μόνον παράσχοι ὁ Κύριος καὶ παρόντας ὁρᾶν ἡμᾶς καὶ ἀπόντας ἀκούειν τὴν προκοπήν σου, τὴν ἐν τῷ Εὐαγγελίῳ, καὶ τὴν εὐταξίαν τῶν Ἐκκλησιῶν. 161.2 Ἀνδρίζου τοίνυν καὶ ἴσχυε, καὶ προπορεύου τοῦ λαοῦ ὃν ἐπίστευσε τῇ δεξιᾷ σου ὁ Ὕψιστος. Καὶ ὡς νοήμων κυβέρνησιν ποιησάμενος, πάσης ζάλης ἀπὸ τῶν αἱρετικῶν πνευμάτων ἐγειρομένης ὑψηλότερος γινόμενος τῇ γνώμῃ ἀβάπτιστον τοῖς ἁλμυροῖς καὶ πικροῖς τῆς κακοδοξίας κύμασι διαφύλασσε τὴν ὁλκάδα, ἀναμένων τὴν γαλήνην ἣν ποιήσει ὁ Κύριος, ἐπειδὰν εὑρεθῇ φωνὴ ἀξία τοῦ διαναστῆσαι αὐτὸν πρὸς τὴν ἐπιτίμησιν τῶν πνευ μάτων καὶ τῆς θαλάσσης. Εἰ δὲ βούλει ἡμᾶς λοιπὸν ὑπὸ τῆς μακρᾶς ἀρρωστίας ἐπειγομένους πρὸς τὴν ἀναγκαίαν ἔξοδον ἐπισκέψασθαι, μήτε καιρὸν ἀναμείνῃς μήτε τὸ παρ' ἡμῶν σύνθημα, εἰδὼς ὅτι πατρικοῖς σπλάγχνοις πᾶσα εὐκαιρία ἐστὶ περιπτύσσεσθαι τέκνον ἀγαπητὸν καὶ λόγου παντὸς κρείττων ἡ κατὰ ψυχὴν διάθεσις. Βάρος δὲ ὑπερ βαῖνον τὴν δύναμιν μὴ ὀδύρου. Εἰ μὲν γὰρ αὐτὸς ᾖς ὁ μέλλων φέρειν τὸ βάσταγμα τοῦτο, οὐδὲ οὕτως ἂν ἦν βαρύ, ἀλλὰ φορητὸν παντελῶς. Εἰ δὲ Κύριος ὁ συνδια φέρων, «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει.» Μόνον ἐκεῖνο παραφυλάσσειν ἐν πᾶσι παρακλήθητι μὴ αὐτὸς τοῖς μοχθηροῖς ἔθεσι συμπεριφέ ρεσθαι, ἀλλὰ τὰ κακῶς προειλημμένα διὰ τῆς δεδομένης σοι παρὰ Θεοῦ σοφίας μετατιθέναι πρὸς τὸ χρήσιμον. Καὶ γὰρ ἀπέστειλέ σε Χριστὸς οὐχ ἑτέροις κατακολουθεῖν, ἀλλ' αὐτὸν καθηγεῖσθαι τῶν σωζομένων. Καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα, ἐὰν μὲν ἔτι ὦμεν ἐπὶ τῆς ζωῆς ταύτης, ἰδεῖν σε μετὰ τῆς Ἐκκλησίας καταξιωθῶμεν· ἐὰν δὲ ἀπελθεῖν λοιπὸν προσταχθῶμεν, ἐκεῖ ὑμᾶς ἴδωμεν παρὰ τῷ Κυρίῳ, τὴν μὲν ὡς ἄμπελον εὐθηνοῦσαν ἐπ' ἀγαθοῖς ἔργοις, σὲ δὲ ὡς σοφὸν γεωργὸν καὶ ἀγαθὸν δοῦλον, ἐν καιρῷ διδόντα τοῖς ὁμοδούλοις τὸ σιτομέτριον, πιστοῦ καὶ φρονίμου οἰκονόμου τὸν μισθὸν κομιζόμενον. Οἱ σὺν ἡμῖν πάντες ἀσπάζονταί σου τὴν εὐλάβειαν. Ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ εἴης, εὐδοκιμῶν ἐπὶ χαρίσμασι Πνεύ ματος καὶ σοφίας φυλαχθείης.
162.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
162.1 Ἔοικέ μοι τοῦτο καὶ ὄκνον ἐμποιεῖν πρὸς τὸ γράφειν καὶ ἀναγκαῖον
αὐτὸ πάλιν ὑποδεικνύναι. Ὅταν μὲν γὰρ πρὸς τὸ τῆς ἐπιδημίας τῆς ἐμαυτοῦ ἀπίδω χρέος καὶ τὸ τῆς συντυχίας ὑπολογίσωμαι ὄφελος, πάνυ μοι τῶν ἐπιστολῶν ὑπερορᾶν ἔπεισιν ὡς οὐδὲ σκιᾶς λόγον ἐκπληροῦν δυνα μένων πρὸς τὴν ἀλήθειαν.