Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
αἰτῆσαι παρὰ Πατρὸς τὴν δόξαν εἶχεν ὡς Υἱὸς, αὐτὸς διδάσκει σαφῶς λέγων· Πάτερ, δόξασόν σου τὸν Υἱὸν τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Εἰ δὲ ὁμολογεῖ μὲν ἔχειν καὶ πρὸ τοῦ κόσμου τὴν δόξαν, αἰτεῖ δὲ νῦν αὐτὴν ὡς οὐκ ἔχων, δι' ἡμᾶς ἄρα τοῦτο ποιεῖ· καὶ ἡμῶν ἐν αὐτῷ γέγονεν ἡ αἴτησις, καλοῦσα τὴν δόξαν εἰς τὴν ἀνθρώπου φύσιν. Λέγων δὲ μετὰ τὴν ἀνάστασιν, Ἐδόθη μοι πᾶσα ἐξουσία, καὶ πρὸ τῆς ἀναστάσεως ταύτην ἔχων φαίνεται. Εἰ γὰρ μὴ εἶχε, πῶς ἐπετίμα τῷ διαβόλῳ λέγων· Ὕπαγε ὀπίσω μου, Σατανᾶ; πῶς δὲ τοῖς μαθηταῖς κατὰ δαιμόνων ἐχαρίζετο τὴν ἐξουσίαν; πῶς δὲ τὴν Ἀβραὰμ θυγατέρα, καθὰ γέγραπται, δεδεμένην ὑπὸ τοῦ διαβόλου ὡς ἐξουσίαν ἔχων ἔλυσεν αὐτός; ἢ πῶς παραλυτικῷ τὴν ὑγίειαν ἐχαρίσατο; πῶς τῇ γυναικὶ τῇ ἁμαρτωλῷ τὰς ἁμαρτίας ἠφίει; νεκροὺς δὲ πῶς ἤγειρε; τυφλῶν δὲ πῶς ἀνέῳξεν ὀφθαλμούς; ∆ῆλον οὖν ἐντεῦθέν ἐστιν, ὅτι τὰς ἀνθρώπῳ πρεπούσας λέγει φωνὰς, οὐχ ὅτε Λόγος ἦν πρὸ τῆς ἐπιδημίας ἔξω σαρκός· ἀλλ' ὅτε γέγονεν ἄνθρωπος, εἰς ἡμᾶς καλῶν τὰς παρὰ τοῦ Πατρὸς δωρεάς. Οὕτω γὰρ λεγόμεθα καὶ θείας φύσεως γενέσθαι κοινωνοὶ, τοῦ Λόγου φορέσαντος τὴν ἡμῶν ταπείνωσιν, ἵν' ἡμᾶς ἀναγάγῃ πρὸς τὸ ὕψος τὸ ἑαυτοῦ, οὐχ ἵνα μείνῃ κάτω καθάπερ ἡμεῖς. ∆ιὰ γὰρ τοῦτο καὶ ἄνθρωποι τὴν φύσιν ὄντες, θεοὶ χρηματίζομεν, ὡς ὄντες καὶ τοῦτο ἐν Χριστῷ· Θεὸς γὰρ ὁ Χριστός. ΑΛΛΟ. Εἰ τὰ τῆς σαρκὸς ταπεινὰ ῥήματα τῇ θεότητι τοῦ Λόγου προσάπτειν ἐπιχειροῦσί τινες, ὅταν ἴδωσι θαυματουργοῦντα Χριστὸν διὰ τῆς σαρκὸς, τί ἐροῦσιν ἄρα; Πτύσας μὲν γὰρ καὶ ποιήσας πηλὸν, ἐθεράπευσε τὸν τυφλόν· ἐκτείνας δὲ τὴν χεῖρα καὶ ἁψάμενος τῆς σοροῦ, τὸν μονογενῆ τῆς χήρας ἀνέστησεν υἱόν· φωνὴν δὲ ἀφεὶς διὰ τοῦ σώματος, ἔξω τοῦ μνήματος ἐκάλεσε τὸν Λάζαρον. Ταῦτα μὲν γὰρ ἐτελεῖτο διὰ τῆς σαρκὸς, ἀλλ' οὐκ ἦν ἔργα σαρκός. Ὥσπερ οὖν εἰς τὴν φύσιν τοῦ πράγματος βλέποντες, τῇ δυνάμει τῆς θεότητος τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν λογιζόμεθα, εἰ καὶ διὰ τῆς σαρκὸς ἐγένετο· οὕτως ὅταν διὰ τὴν σάρκα λέγῃ τι καὶ ἀνθρώπινον, μὴ τῷ Θεῷ Λόγῳ τοῦτο προσάπτωμεν, ἀλλὰ τῆς θεότητος ἀλλότριον ὁρῶντες αὐτὸ, φέρωμεν ἐπὶ τὴν σάρκα. Οὕτω γὰρ ἕκαστον τῶν γινομένων ἤτοι λεγομένων παρ' αὐτοῦ, ὥσπερ ἐν τῷ ἰδίῳ τόπῳ τιθέντες, ἀπλανῆ τὴν περὶ τοῦ Σωτῆρος ἡμῶν γνῶσιν ἔχοντες εὑρισκόμεθα. ΑΛΛΟ, διηγηματικῶς. Ἕνα Χριστὸν κηρύττουσιν αἱ θεῖαι Γραφαί· Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός. Ἀπὸ μὲν γὰρ τῶν ἔργων τῶν, ὅσα πρέπει μόνῳ τῷ Θεῷ, γνωρίζεται Θεός. Ἐπειδὴ δὲ σάρκα γεγονότα τὸν Λόγον, καθὰ γέγραπται, δεῖ καὶ ἄνθρωπον φαί 75.389 νεσθαι, οὐκ ἧν δὲ ἀλλαχόθεν ὁρᾶσθαι τοιοῦτον, εἰ μὴ ἐκ τῶν τῆς σαρκὸς ἀλοιδορήτων παθῶν τε καὶ λόγων, ἀναγκαίως καὶ τὰ ἀνθρώποις πρέποντα ποιεῖ τε καὶ λαλεῖ, ἵν' οὕτως δεικνύηται καὶ ἄνθρωπος γεγονώς. Ἔστι γοῦν ἰδεῖν κατὰ ταυτὸν ἀμφότερα ἐν αὐτῷ. Ἐπυνθάνετο μὲν γὰρ ποῦ κεῖται Λάζαρος ἀνθρωποπρεπῶς· ἤγειρε δὲ αὐτὸν, ὡς Θεός. Καὶ τῇ μὲν μητρὶ λεγούσῃ, Οἶνον οὐκ ἔχουσιν, ἐπέπληττεν ὡς ἄνθρωπος· τὸ δὲ ὕδωρ εὐθὺς εἰς οἶνον μετεποίει. Θεὸς γὰρ ἦν ἀληθινὸς ἐν σαρκὶ, καὶ σὰρξ ἀληθῶς ἐν Θεῷ. ∆ι' ὧν οὖν ἔδει γνωρίζεσθαι Θεὸν, ταῦτα θεϊκῶς ἐνεργεῖ· καὶ ἀφ' ὧν ἦν ἀναγκαίως ἄνθρωπον ὄντως ὁρᾶσθαι, ταῦτα ποιεῖ καὶ λέγει, οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν. Ἀποδιδόσθω τοίνυν Θεῷ τὰ Θεῷ χρεωστούμενα, καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ πρέποντα καὶ ὀφειλόμενα, καὶ οὕτως ἔξω παντὸς σκανδάλου καὶ πλάνης ὁ εἰς αὐτὸν πιστεύων γενήσεται. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως. Πάντα μοι, φασὶ, παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Ὁ δὲ πάντα παρ' ἑτέρου λαβὼν, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ· ὁ δὲ τοιοῦτος, πῶς ἔσται κατ' οὐσίαν ὅμοιος τῷ πάντα ἔχοντι Θεῷ καὶ Πατρί; Πρὸς τοῦτο λύσις, ὡς διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ πάντα λαβὼν ὁ Υἱὸς, οὐδὲν ἔχων ἐξ ἑαυτοῦ φαίνεται, πάντα δοὺς ὁ Πατὴρ, οὐδὲν ἔχει νῦν ἐν ἑαυτῷ. Ἀλλὰ τοῦτο ἄτοπον· πῶς γὰρ ἔρημος ἔσται τῶν προσόντων αὐτῷ φυσικῶς ὁ Πατήρ; Ἔχει δὲ πάντα, καὶ δοὺς αὐτὰ τῷ Υἱῷ δηλονότι· κἂν ὁ Υἱὸς εἰληφέναι λέγῃ, χρόνος ἦν οὐδεὶς ὅτε τούτων