1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

123

Ὅταν δὲ πάλιν λογίσωμαι ὅτι μόνη παραμυθία ἐστὶ τῶν μεγίστων καὶ πρώτων διαμαρ τόντα προσειπεῖν ἄνδρα τοσοῦτον καὶ ἱκετεῦσαι τὰ συνήθη ὥστε μὴ ἐπιλανθάνεσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν, οὐ μικρόν τί μοι κρίνειν τὸ τῶν ἐπιστολῶν ἔπεισι. Τὴν μὲν οὖν ἐλπίδα τῆς παρουσίας οὔτε αὐτὸς ῥῖψαι τῆς ψυχῆς βούλομαι οὔτε τὴν σὴν θεοσέβειαν ἀπογνῶναι. Αἰσχύνομαι γὰρ εἰ μὴ ταῖς σαῖς εὐχαῖς τοσοῦτον φανείην θαρσῶν ὡς καὶ νέος ἐκ γέροντος ἔσεσθαι, εἰ τούτου γένοιτο χρεία, οὐχ ὅπως ἐρρωμενέστερος μικρὸν ἐξ ἀσθενοῦς καὶ ἐξιτήλου παντάπασιν, ὁποῖος δὴ νῦν εἰμι. Τοῦ δὲ μὴ ἤδη παρεῖναι τὰ αἴτια λόγῳ μὲν εἰπεῖν οὐ ῥᾴδιον, οὐ μόνον ὑπὸ τῆς παρούσης ἀσθενείας ἐξειργομένῳ, ἀλλ' οὐδὲ σχόντι ποτὲ τοσαύτην τοῦ λόγου δύναμιν ὥστε παντοδαπὴν οὕτω καὶ ποικίλην νόσον ἐναργῶς ἐξαγγεῖλαι. Πλὴν ὅτι ἀπὸ τῆς ἡμέρας τοῦ Πάσχα μέχρι τοῦ νῦν πυρετοὶ καὶ διάρροιαι καὶ σπλάγχνων ἐπαναστάσεις, ὥσπερ κύματά με ἐπιβα πτίζοντα, ὑπερσχεῖν οὐκ ἐᾷ. Τὰ δὲ παρόντα οἷα καὶ τίνα ἦν εἴποι ἂν καὶ ὁ ἀδελφὸς Βάραχος, εἰ καὶ μὴ τῆς ἀληθείας ἀξίως, ἀλλ' ὅσον μαρτυρῆσαι τῇ αἰτίᾳ τῆς ὑποθέσεως. Πάνυ δὲ πέπεισμαι, εἰ γνησίως ἡμῖν συνεύξαιο, πάνθ' ἡμῖν λυθήσεσθαι ῥᾳδίως τὰ δυσχερῆ.

163.τ ΙΟΒΙΝΩ ΚΟΜΗΤΙ

163.1 Εἶδόν σου τὴν ψυχὴν ἐν τοῖς γράμμασι. Καὶ γὰρ τῷ ὄντι οὐδὲ εἷς

γραφεὺς χαρακτῆρα σώματος οὕτως ἀκριβῶς ἐκλαβεῖν ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόρρητα δύναται. Τότε γὰρ τὸ τοῦ ἤθους εὐσταθὲς καὶ τὸ τῆς τιμῆς ἀληθὲς καὶ τὸ τῆς γνώμης ἐν πᾶσιν καίριον ἱκανῶς ἡμῖν ὁ ἐν τοῖς γράμμασι λόγος ἐχαρακτήρισεν· ὅθεν καὶ μεγάλην ἡμῖν παραμυθίαν τῆς ἀπολείψεώς σου παρέσχετο. Μὴ τοίνυν διαλείπῃς τῇ ἀεὶ παραπιπτούσῃ προφάσει χρώμενος πρὸς τὸ ἐπιστέλλειν καὶ τὴν διὰ μακροῦ ταύτην ὁμιλίαν χαρίζεσθαι, ἐπειδὴ τῆς κατ' ὀφθαλμοὺς ὁμιλίας ἀπόγνωσιν ἡμῖν λοιπὸν ἡ ἀσθένεια τοῦ σώματος ἐμποιεῖ. Ἣν ὁπόση ἐστὶν ἐρεῖ σοι ὁ θεοφιλέστατος ἐπίσκοπος Ἀμφιλόχιος, ὁ καὶ γνωρίσας τῷ ἐπὶ πλεῖον συγγεγενῆσθαι ἡμῖν καὶ δυνατὸς ὢν λόγῳ παραστῆσαι τὰ θεαθέντα. Γνωρίζεσθαι δὲ βούλομαι τὰ ἐμαυτοῦ δυσχερῆ, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τῆς πρὸς τὸ ἐφεξῆς συγγνώμης, ὡς μὴ ῥᾳθυμίας ἔχειν κατάγνωσιν, ἐὰν ἄρα ἐλλείπωμεν τὴν ἐπίσκεψιν ὑμῶν. Καίτοιγε οὐκ ἀπολογίας μᾶλλον ἢ παρα μυθίας δεῖ πρὸς τὴν ζημίαν ταύτην. Εἰ γὰρ ἦν δυνατὸν συνεῖναί σου τῇ σεμνότητι, πολλῷ ἂν ἐγὼ τῶν παρ' ἄλλοις σπουδαζομένων ταύτην ἐμαυτῷ προτιμοτέραν ἐθέμην.

164.τ ΑΣΧΟΛΙΩ ΕΠΙΣΚΟΠΩ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

164.1 Ὅσης ἡμᾶς εὐφροσύνης ἐνέπλησε τὰ γράμματα τῆς ὁσιότητός σου ἡμεῖς

μὲν οὐκ ἂν ῥᾳδίως ἐνδείξασθαι δυνηθείημεν ἀσθενοῦντος τοῦ λόγου πρὸς τὴν ἐνέργειαν, αὐτὸς δὲ καὶ παρὰ σεαυτῷ εἰκάζειν ὀφείλεις τεκμαιρόμενος τῷ κάλλει τῶν ἐπεσταλμένων. Τί γὰρ οὐκ εἶχε τὰ γράμ ματα; Οὐ τὴν πρὸς τὸν Κύριον ἀγάπην; Οὐ τὸ περὶ τοὺς μάρτυρας θαῦμα, οὕτως ἐναργῶς τὸν τρόπον τῆς φύσεως ὑπογράφοντα ὥστε ὑπ' ὄψιν ἡμῶν ἀγαγεῖν τὰ πράγματα; Οὐ τὴν καθ' ἡμᾶς αὐτοὺς τιμὴν καὶ διάθεσιν; Οὐχ ὅτι ἂν εἴποι τις τῶν καλλίστων; Ὥστε, ὅτε εἰς χεῖρας τὴν ἐπιστολὴν ἐδεξάμεθα καὶ ἀνέγνωμεν αὐτὴν πολλάκις καὶ τὴν βρύουσαν ἐν αὐτῇ χάριν τοῦ Πνεύματος κατεμάθομεν, νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι, ἡνίκα ἤνθουν αἱ Ἐκκλησίαι τοῦ Θεοῦ ἐρριζωμέναι τῇ πίστει, ἡνωμέναι τῇ ἀγάπῃ ὥσπερ ἐν ἑνὶ σώματι μιᾶς συμπνοίας διαφόρων μελῶν ὑπαρχούσης· ὅτε φανεροὶ μὲν οἱ διώ κοντες, πολεμούμενοι δὲ οἱ λαοὶ πλείους ἐγίνοντο καὶ τὸ αἷμα