Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἔρημος ἦν. Λαμβάνει μὲν γὰρ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπινον· ἔχει δὲ αὐτὰ φυσικῶς, ὥσπερ καὶ ὁ Πατήρ. ΑΛΛΟ. Λέγει που Χριστός· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ τοίνυν ἐξουσίαν τοῦ κρίνειν λαμβάνει, οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ' ὅτι μόνον Υἱὸς ἀνθρώπου ἐστὶν, οὐχ ᾗ Λόγος ἐστὶ καὶ Θεὸς ὁ Υἱὸς λαμβάνει, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος. Λογιστέον οὖν τῇ μὲν ἀνθρωπότητι τὸ λαβεῖν, τῇ δὲ θεότητι τοῦ Υἱοῦ, τὸ πάντα κεκτῆσθαι φυσικῶς τὰ τοῦ γεννήσαντος αὐτόν. Οὕτω γὰρ ἂν εἴη καὶ εἰκὼν ἀπαράλλακτος τοῦ Πατρός.
ΛΟΓΟΣ Κ∆ʹ.
Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, Ἔκλαυσε· καὶ εἰς τὸ, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ εἰς τὸ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· καὶ εἰς τὸ, Περίλυπός ἐστιν ἡ ψυχή μου· καὶ ὅσα τούτοις ὅμοια ῥητὰ, παραθέσεις ἀποδεικτικαὶ καὶ ἀπὸ τῆς θείας Γραφῆς, τῶν χριστομάχων ἀνατρέπου σαι τὴν κακόνοιαν.
Εἰ παρά τινος τῶν τυχόντων ἣ καὶ ἀνθρώπου ψι 75.392 λοῦ τὰς τοιαύτας
εἰρῆσθαι πιστεύομεν φωνὰς, κλαιέτω μὲν ὡς ἄνθρωπος, καὶ φοβείσθω πάλιν καὶ δειλιάτω τὸν θάνατον, καὶ γινέσθω περίλυπος, καὶ ταραττέσθω, καὶ ὅσα πέφυκεν ἡ ἀνθρώπου φύσις ὑπομένειν, ταῦτα καὶ αὐτός. Εἰ δὲ Θεὸς ἦν ἐν σαρκὶ, ἦν δὲ τοῦτο, καὶ οὐχ ἑτέρως, τίνα φοβεῖται Θεός; Εἰ ἀληθὴς ἦν λέγων, Ἐγώ εἰμι ἡ ζωὴ, κατὰ τίνα τρόπον φοβεῖται τὸν θάνατον ἡ ζωή; Εἰ ἄλλους ἐκ θανάτου διέσωσε, πῶς δὲ αὐτὸς ἐφοβεῖτο τὸν θάνατον, ὁ τοὺς μαθητὰς ἐπαλείφων εἰς φρόνημα νεανικὸν, καὶ λέγων· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι; Πῶς ἂν αὐτὸς ἐφοβεῖτο τοῦτο παθεῖν, εἰ τὸν Ἀβραὰμ παραθαρσύνει, λέγων· Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι; Εἰ Μωσέα γοργότερον ἐποίει κατὰ τοῦ Φαραὼ, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ λέγει· Ἴσχυε καὶ ἀνδρίζου, πῶς αὐτὸς δειλίας ἔσται δεκτικὸς, ἢ πῶς ἀνθρώπους ἐφοβήθη, ὁ ἄλλοις συμβουλεύων εἰς τὸ μὴ φοβεῖσθαι, καὶ πείθων βοᾷν· Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος; Πῶς δὲ ὁ εἰς τοῦτο παρελθὼν, ἵνα τὸν θάνατον ἀποκτείνῃ, αὐτὸς ἐφοβεῖτο τὸν καθ' οὗ παραγέγονεν; Ἢ πῶς οὐ πάσης ἐπέκεινα δυσσεβείας ἐστὶ τὸ λέγειν φοβεῖσθαι τὸν ᾅδην, ὃν οἱ τούτου πυλωροὶ καὶ μόνον ἰδόντες κατέπτηξαν, καὶ τὰς ἀφύκτους πετάσαντες πύλας, ἀφῆκαν τὰ ἐναποκλεισθέντα πνεύματα, ὡς ἀναστῆναι τῶν ἁγίων πολλοὺς, καὶ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὰ γέγραπται, καὶ ὀφθῆναί τισι; Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ ἐν τῷ ζητεῖσθαι λέγων πρὸς τοὺς παραγεγονότας αὐτὸν συλλαβέσθαι· Ἐγώ εἰμι; Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ λέγων· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ· Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ; Οὐκ ἦν οὖν ἄρα καθ' ἑαυτὸν ὁ τοῦ Θεοῦ Λόγος ὁ τὸν θάνατον ὑποπτήξας· ἀλλ' ἦν ἐν αὐτῷ τὸ ἀνθρώπινον πεφυκὸς τοῦτο πάσχειν ἀεί. ΑΛΛΟ, διηγηματικῶς. Ἀνάγκη πᾶσα τοὺς ὀρθῶς ἐθέλοντας νοεῖν τὰ παρὰ ταῖς θείαις εἰρημένα Γραφαῖς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τὸν καιρὸν ἐξετάζειν καὶ τοὺς χρόνους καθ' οὓς ἢ αὐτὸς εἰρηκώς τι περὶ ἑαυτοῦ φαίνεται, ἢ αἱ θεῖαι Γραφαὶ περὶ αὐτοῦ. Εἰ μὲν οὖν πρὶν γένηται σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, ἢ κλαύσας ὁρᾶται πώποτε, ἢ θάνατον φοβηθεὶς, ἢ ἕτερόν τι τῶν ἀνθρωπίνων ὑπομείνας, κρατείτω καὶ νῦν τὰ εἰρημένα περὶ αὐτοῦ. Εἰ δὲ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ τὰς τοιαύτας φωνὰς περὶ αὐτοῦ εἰρήκασιν αἱ θεῖαι Γραφαὶ, τί μὴ μᾶλλον ἀνθρωπίνως