124
τῶν μαρτύρων ἄρδον τὰς Ἐκκλησίας πολυπλασίονας τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας ἐξέτρεφε, τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς. Τότε Χριστιανοὶ μὲν πρὸς ἀλλήλους εἰρήνην ἤγομεν, εἰρήνην ἐκείνην ἣν ὁ Κύριος ἡμῖν κατέλειπεν, ἧς νῦν οὐδ' ἴχνος ἡμῖν ὑπολέ λειπται, οὕτως αὐτὴν ἀπηνῶς ἀπ' ἀλλήλων ἀπεδιώξαμεν. Πλὴν ἀλλ' ὅτι αἱ ψυχαὶ ἡμῶν πρὸς τὴν παλαιὰν ἐκείνην μακαριότητα ἐπανῆλθον, ἐπειδὴ γράμματα μὲν ἦλθεν ἐκ γῆς μακρόθεν ἀνθοῦντα τῷ τῆς ἀγάπης κάλλει, μάρτυς δὲ ἡμῖν ἐπεδήμησεν ἐκ τῶν ἐπέκεινα Ἴστρου βαρβάρων δι' ἑαυτοῦ κηρύσσων τῆς ἐκεῖ πολιτευομένης πίστεως τὴν ἀκρίβειαν. Τίς ἂν τὴν ἐπὶ τούτοις εὐφροσύνην τῶν ψυχῶν ἡμῶν διηγήσαιτο; Τίς ἂν ἐπινοηθείη δύναμις λόγου ἐναργῶς ἐξαγγεῖλαι τὴν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἡμῶν διάθεσιν δυναμένη; Ὅτε μέντοι εἴδομεν τὸν ἀθλητήν, ἐμακαρίσαμεν αὐτοῦ τὸν ἀλείπτην, ὃς παρὰ τῷ δικαίῳ Κριτῇ τὸν τῆς δικαιοσύνης στέφανον καὶ αὐτὸς ἀπολήψεται, πολλοὺς εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἐπιρρώσας ἀγῶνα. 164.2 Ἐπεὶ δὲ καὶ τοῦ μακαρίου ἀνδρὸς Εὐτυχοῦς εἰς μνήμην ἡμᾶς ἤγαγες καὶ ἐσέμνυνας ἡμῶν τὴν πατρίδα ὡς αὐτὴν παρεχομένην τῆς εὐσεβείας τὰ σπέρματα, ηὔφρανας μὲν ἡμᾶς τῇ ὑπομνήσει τῶν παλαιῶν, ἐλύπησας δὲ τῷ ἐλέγχῳ τῶν ὁρωμένων. Οὐδεὶς γὰρ ἡμῶν Εὐτυχεῖ τὴν ἀρετὴν παραπλήσιος, οἵ γε τοσοῦτον ἀπέχομεν βαρβάρους ἐξημερῶσαι τῇ δυνάμει τοῦ Πνεύματος καὶ τῇ ἐνεργείᾳ τῶν παρ' αὐτοῦ χαρισμάτων, ὥστε καὶ τοὺς ἡμέρως ἔχοντας τῇ ὑπερβολῇ τῶν ἁμαρτιῶν ἡμῶν ἐξηγριῶσθαι. Ἑαυτοῖς γὰρ λογιζόμεθα καὶ ταῖς ἡμετέραις ἁμαρτίαις τὴν αἰτίαν τοῦ ἐπὶ τοσοῦτον χυθῆναι τῶν αἱρετικῶν τὴν δυναστείαν. Σχεδὸν γὰρ οὐδὲν μέρος ἔτι τῆς οἰκουμένης διαπέφευγε τὸν ἐκ τῆς αἱρέσεως ἐμπρησμόν. Τὰ δὲ σὰ διηγήματα ἔνστασις ἀθλητική, σώματα ὑπὲρ τῆς εὐσεβείας καταξαινόμενα, θυμὸς βαρβαρικὸς ὑπὸ τῶν ἀκαταπλήκτων τὴν καρδίαν καταφρονούμενος, αἱ ποικίλαι βάσανοι τῶν διωκόντων, αἱ διὰ πάντων ἐνστάσεις τῶν ἀγωνιζομένων, τὸ ξύλον, τὸ ὕδωρ, τὰ τελειωτικὰ τῶν μαρτύρων. Τὰ δὲ ἡμέτερα οἷα; Ἀπέψυκται ἡ ἀγάπη. Πορθεῖται ἡ τῶν Πατέρων διδασκαλία, ναυάγια περὶ τὴν πίστιν πυκνά, σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα, λαοὶ τῶν εὐκτηρίων οἴκων ἐξελαθέντες ἐν τῷ ὑπαίθρῳ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ∆εσπότην τὰς χεῖρας αἴρουσι. Καὶ αἱ μὲν θλίψεις βαρεῖαι, μαρτύριον δὲ οὐδαμοῦ διὰ τὸ τοὺς κακοῦντας ἡμᾶς τὴν αὐτὴν ἡμῖν ἔχειν προσηγορίαν. Ὑπὲρ τούτων αὐτός τε δεήθητι τοῦ Κυρίου καὶ πάντας τοὺς γενναίους ἀθλητὰς τοῦ Χριστοῦ εἰς τὴν ὑπὲρ τῆς Ἐκκλησίας προσ ευχὴν συμπαράλαβε, ἵνα, εἴπερ ἔτι χρόνοι τινὲς ὑπολεί πονται τῇ συστάσει τοῦ κόσμου καὶ μὴ πρὸς τὴν ἐναντίαν φορὰν συνελαύνεται πάντα, διαλλαγεὶς ὁ Θεὸς ταῖς ἑαυτοῦ Ἐκκλησίαις ἐπαναγάγῃ αὐτὰς πρὸς τὴν ἀρχαίαν εἰρήνην.
165.τ ΑΣΧΟΛΙΩ ΕΠΙΣΚΟΠΩ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
165.1 Παλαιὰν ἡμῖν εὐχὴν ὁ ἅγιος Θεὸς ἐξεπλήρωσε κατα ξιώσας ἡμᾶς
γράμμασι τῆς ἀληθινῆς σου θεοσεβείας ἐντυχεῖν. Τὸ μὲν γὰρ μέγιστον καὶ τῆς μεγίστης σπουδῆς ἄξιον αὐτόν σε ἰδεῖν καὶ ὀφθῆναί σοι καὶ τῶν ἐν σοὶ τοῦ Πνεύματος χαρισμάτων δι' ἑαυτῶν ἀπολαῦσαι. Ἐπειδὴ δὲ τοῦτο ἥ τε τοῦ τόπου διάστασις ἀφαιρεῖται καὶ αἱ ἰδίᾳ ἑκάτερον ἡμῶν κατέχουσαι περιστάσεις, δευτέρας εὐχῆς ἄξιον γράμμασι συνεχέσι τῆς ἐν Χριστῷ ἀγάπης τρέφεσθαι τὴν ψυχήν. Ὃ καὶ νῦν ἡμῖν ὑπῆρξεν, ὅτε ἐλάβομεν εἰς χεῖρας τὴν ἐπιστολὴν τῆς συνέσεώς σου. Πλέον γὰρ ἢ διπλασίους ἐγενόμεθα τῇ ἀπολαύσει τῶν ἐπεσταλμένων. Καὶ γὰρ ἦν τῷ ὄντι καὶ αὐτήν σου καθορᾶν τὴν ψυχὴν οἷον δι' ἐσόπτρου τινὸς τῶν λόγων διαφαινομένην. Πολυπλασίονα δὲ ἡμῖν τὴν εὐφροσύνην ἐποίει οὐ μόνον τὸ τοιοῦτον εἶναί σε ὁποῖον ἡ πάντων μαρτυρία παρίστησιν, ἀλλ' ὅτι τὰ ἐν σοὶ καλὰ τῆς