Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
εἰρῆσθαι τὰ τοιαῦτα φήσομεν, ἵνα τὸ ἐκ τῆς βλασφημίας διαφύγωμεν κακόν; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ὁ κλαύσας, φασὶ, καὶ φοβηθεὶς, καὶ περίλυπος γεγονὼς, πῶς ἔσται φύσει Θεός; Ἀνθρώπων γὰρ ἴδια τὰ τοιαῦτα. 75.393 Πρὸς τοῦτο λύσις. Ὁ τὸν Λάζαρον ἀναστήσας ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ εἰς οἶνον μεταποιήσας, καὶ τὸ βλέπειν χαρισάμενος τῷ ἐκ γενετῆς τυφλῷ, εἰρηκώς τε ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, πῶς οὐκ ἔσται φύσει Θεός; Θεότητος γὰρ ἔργα φαίνεται τὰ γενόμενα. Εἰ δὲ ἐκ τῶν ἀνθρωπίνως εἰρημένων ἢ καὶ γενομένων σκανδαλίζεσθε, διὰ ποίαν αἰτίαν οὐκ ὠφελεῖσθε δι' ἐκείνων, ὅσα καὶ ποιήσας καὶ λαλήσας θεοπρεπῶς εὑρίσκεται; Καὶ πάλιν, εἰ δι' ἐκείνων εἰς τὸ νοεῖν τι ταπεινὸν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ καταβαίνετε, τί μὴ διὰ τούτων εἰς τὸ μεγάλα καὶ ὑψηλὰ νοεῖν ἀναβαίνετε; Ὁ γὰρ ἐκεῖνα ταπεινῶς εἰρηκώς τε καὶ παθὼν, καὶ ταῦτα ὑψηλῶς, ὡς Θεὸς, εἶπέ τε καὶ πέπραχεν. Οὐκοῦν ἡ τῆς ἐνανθρωπήσεως αἰτία, καὶ ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία, πρόφασις ἦν ἀναγκαία τοῦ γενέσθαι τινὰ καὶ ἀνθρώπινα. ΑΛΛΟ. Ἐξεταζέσθω τῆς ἐνσάρκου παρουσίας ἡ οἰκονομία, καὶ τῆς ἐνανθρωπήσεως ὁ τρόπος, καὶ πόῤῥω παντὸς κείσονται σκανδάλου τινὲς τῶν ἀκροωμένων, ὅσα περὶ τοῦ Σωτῆρος ἀνθρωπινώτερον λέγουσιν αἱ θεῖαι Γραφαί. Σκοπὸς τοίνυν τῷ ἐνανθρωπήσαντι Λόγῳ δεῖξαι σαφῶς, ὅτιπερ ὄντως σάρκα περιεβάλλετο, καὶ γέγονεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς Λόγος (οὐ γὰρ ἦν ἑτέρως διασωθῆναι τὸ ἀνθρώπινον γένος)· ἀλλ' ἵνα μή τις ἀκούων ὅτι γέγονε σὰρξ, μεταπεποιῆσθαι τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ὑπολάβῃ, καὶ ἕτερόν τι γενέσθαι παρ' ὅπερ ἦν ἐξ ἀρχῆς, ἀναγκαίως ποτὲ μὲν τὰς ἀνθρώπῳ πρεπούσας ἀφίησι φωνάς· ποτὲ δὲ δεικνύει πράγματα θεότητι μόνῃ χρεωστούμενα, ἵνα νοῆται τὸ συναμφότερον. Ὅθεν οὖν ἔδει φαίνεσθαι σαφῶς, ὅτιπερ ὄντως ἄνθρωπος εἴη, καὶ οὐ φάντασμα, ἐκεῖθεν αὐτὸ δεικνύειν ἐπείγεται. Ἁμαρτία μὲν γὰρ, ὡς ἀναμάρτητος, καὶ οὐκ εἰδὼς τοῦτο παθεῖν, παραιτεῖται δικαίως· ἐπιτρέπει δὲ τῷ σώματι καὶ τῇ ἀνθρωπότητι τὰ τῇ φύσει αὐτῇ προσόντα παθεῖν, εἰς ἀπόδειξιν τοῦ ὄντως καὶ κατὰ ἀλήθειαν φορέσαι σάρκα, καὶ ἄνθρωπον γενέσθαι, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ, καθάπερ ἤδη προειρήκαμεν, ἐχρῆν αὐτὸν καὶ ἐν σαρκὶ γεγονότα φαίνεσθαι Θεὸν, ἐργάζεται μὲν ἔσθ' ὅτε τὰ πρέποντα Θεῷ, λέγει δὲ πρὸς τοὺς ὁρῶντας αὐτόν· Εἰ ἐμοὶ οὐ πιστεύετε, διὰ τὸ ἄνθρωπον βλέπειν δηλονότι, ἀλλὰ τοῖς ἔργοις μου πιστεύετε· ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκοῦν τὰ θεοπρεπῶς εἰρημένα τε καὶ πεπραγμένα δεικνύει τὸν Σωτῆρα Θεόν. Καὶ πάλιν τὰ ἀνθρωπίνως εἰρημένα τε καὶ γεγονότα δεικνύει κατὰ ἀλήθειαν ἄνθρωπον. Αὕτη γάρ ἐστιν ἡ τοῦ μυστηρίου δύναμις. ΑΛΛΟ. Πανταχόθεν ἀναισχυντοῦντες οἱ χριστομάχοι φανοῦνται, καὶ σκοπὸν ἔχοντες ἕνα τὸ μάτην διαλοιδορεῖσθαι τῷ Υἱῷ τοῦ Θεοῦ. Ἀκούοντες μὲν γὰρ λέγοντος αὐτοῦ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀπειθοῦ 75.396 σιν ἀβούλως, καὶ πειρῶνται τὸ εἰρημένον εἰς ἐτέρας περιέλκειν ἐννοίας, οὐκ ἀποδιδόντες τῷ Υἱῷ τὸ ἓν εἶναι Πατρὸς (πρὸς) τὸν Πατέρα, ἀλλὰ τὸ καλῶς τε καὶ ὀρθῶς εἰρημένον ἐπιχειροῦντες παραλύειν. Εὑρίσκοντες δὲ πάλιν ἐν τοῖς Εὐαγγελίοις τὰ ὅσαπερ ὡς ἄνθρωπος ἢ πέπονθεν ἢ καὶ εἰρηκὼς φαίνεται, οἷον τὸ ἔκλαυσεν ἢ καὶ ἐλυπήθη, καὶ τὰ τούτοις ὅμοια, οὐ φέρουσιν ἐπὶ τὴν ἀνθρωπότητα, ἀλλ' εὐθὺς τῷ Λόγῳ ταῦτα προσάπτοντες, ἀπόδειξιν ποιοῦνται τοῦ μὴ εἶναι Θεὸν τὸν ταῦτα πεπονθότα· ὥστε καὶ αὐτὸν συναριθμεῖσθαι τῇ κτίσει, τὸν ταύτης ὄντα ποιητήν. Ἢ τοίνυν ἀπόδος τῷ Υἱῷ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, καὶ οὐχ εὑρήσεις τὸν ἐν ἰσότητι τοῦ Πατρὸς ὄντα Λόγον καθ' ἑαυτὸν, ᾗ Λόγος ἐστὶ, κλαίοντα ἢ λυπούμενον, ἢ φόβῳ βαλλόμενον· ἢ εἰ μὴ πιστεύεις λέγοντι αὐτῷ, ὅτιπερ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα, μηδὲ ὅτι λελύπηται λέγοντι πιστεύσῃς· καὶ οὕτως ἔσῃ μετὰ τῶν ἀπίστων Ἰουδαίων, οὐδὲν ὅλως τῶν παρὰ τοῦ Σωτῆρος εἰρημένων δεχόμενος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν,