125
πατρίδος ἡμῶν ἐστι σεμνο λογήματα. Οἷον γὰρ εὐθαλής τις κλάδος ῥίζης γενναίας ἀφορμηθεὶς τῶν πνευματικῶν καρπῶν τὴν ὑπερορίαν ἐνέπλησας. Ὥστε εἰκότως ἡ πατρὶς ἡμῶν τοῖς οἰκείοις βλαστήμασιν ἐπαγάλλεται. Καὶ ἡνίκα τοὺς ὑπὲρ τῆς πίστεως ἀγῶνας διήθλεις, ἐδόξαζε τὸν Θεὸν ἀκούουσα τὴν τῶν Πατέρων ἀγαθὴν κληρονομίαν διαφυλαττομένην ἐν σοί. Οἷα δέ σου καὶ τὰ παρόντα; Μάρτυρι νέον ἀνθήσαντι ἐπὶ τῆς γείτονος ὑμῖν βαρβάρου τὴν ἐνεγκοῦσαν ἐτίμησας, οἷόν τις εὐγνώμων γεωργὸς τοῖς παρασχομένοις τὰ σπέρματα τὰς ἀπαρχὰς τῶν καρπῶν ἀποπέμπων. Ὄντως πρέποντα ἀθλητῇ Χριστοῦ τὰ δῶρα· μάρτυς τῆς ἀληθείας ἄρτι τὸν τῆς δικαιοσύνης ἀναδησάμενος στέφα νον, ὃν καὶ ὑπεδεξάμεθα χαίροντες καὶ ἐδοξάσαμεν τὸν Θεὸν τὸν ἐν πᾶσι τοῖς ἔθνεσι πληρώσαντα λοιπὸν τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ. Παρακέκλησο δὲ καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι ἐν ταῖς προσευχαῖς καὶ σπουδαίως ὑπὲρ τῶν ψυχῶν ἡμῶν προσεύχεσθαι τῷ Κυρίῳ, ἵνα καταξιωθῶμέν ποτε ἄρξασθαι καὶ αὐτοὶ δου λεύειν τῷ Θεῷ, κατὰ τὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ ἃς ἔδωκεν ἡμῖν εἰς σωτηρίαν.
166.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
166.1 Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις ὁ
αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως· ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν (ἵν' εἴπω τὸ τοῦ ∆αβὶδ) ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. Καὶ μακάριος ὅ σοι πλησιάζειν ἠξιωμένος. Καὶ μακαριώτερος δὲ ὁ τοῖς ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. Οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετὴν οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλ' ἐν ταῖς δυσχε ρείαις τῶν πειρασμῶν ἀνεφάνης καὶ τῶν διωκόντων γέγο νας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης. Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν, καὶ ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. Ὢ τῆς πραγματείας! Οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα! ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. Οὐ γὰρ εἰς τέλος ἐγκαταλείψει ἡμᾶς ὁ Θεὸς οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. Τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. Σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως ἡμῶν, καί, ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σαυτὸν δηλῶν, ὃ ποιῆσαι νῦν κατηξίωσας.
167.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
167.1 Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καί, τὸ τούτου μεῖζον,
εὐλογῶν ἡμᾶς ἐν τοῖς γράμμασιν. Ἡμεῖς δέ, εἰ μὲν ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, εὐχόμεθα ἰδεῖν τὴν σὴν θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας. Ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνεχό μενοι, ὃ δεύτερόν ἐστι ποιοῦμεν, προσαγορεύομεν τὴν σὴν τελειότητα καὶ ἀξιοῦμεν μὴ κάμνειν σε μεμνημένον ἡμῶν. Οὐ γὰρ ὠφέλεια μόνον ἡμῖν τῶν σῶν καταξιοῦσθαι γραμ μάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώ πισμα, ὅτι λόγος ἡμῶν ἐστι παρὰ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην