οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔσται ὃς διαφεύξηταί με, ἢ ἀντείπῃ μοι." Ἀλλ' ἦσαν ἐκείνῳ κόμπος ἁπλῶς, καὶ ἀλαζονείας ἐγκλήματα τῆς καθ' ἡμῶν πλεονεξίας οἱ λόγοι. Καὶ τῆς ἐλπίδος ἡμαρτηκὼς, διὰ πραγμάτων ἠλέγχετο. Σεσώσμεθα γὰρ ἐν Χριστῷ, καθάπερ ἔφην ἀρτίως, ἀναδεδειγμένης ἡμῖν τῆς ἁγίας σκηνῆς καιροῖς τοῖς καθήκουσι, καθ' οὓς εἰς καινότητα ζωῆς μεταστοι χειώμεθα, τὸν παλαιὸν ῥιπτοῦντες ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἐκδείξειεν ἂν εὖ μάλα καὶ αὐτὸς ὁ τρόπος τῆς κατασκευῆς τῆς ἀρ χαίας ἐκείνης σκηνῆς, τῶν διὰ Χριστοῦ θεσπισμάτων προεισθέοντα χρησίμως τὸν τοῦ νόμου καιρὸν, μεθ' ὃν ἦν ἀκόλουθον, τὸν ἀμείνω λοιπὸν ὁρᾶσθαι καὶ ἁγιώτερον, καὶ τελειοτέραν ἔχοντα πρὸς Θεὸν τὴν οἰ κείωσιν. Οὐκοῦν νομομαθὴς ὢν ὁ Παῦλος καὶ πεπαι δευμένος κατὰ ἀκρίβειαν, ὡς αὐτός πού φησι, τῆς ἀρχαίας σκηνῆς καταγραφέτω τὸ σχῆμα, λέγων ὡδί· "Σκηνὴ γὰρ κατεσκευάσθη πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέ γεται Ἁγία. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνὴ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυ σιαστήριον, καὶ τὴν κιβωτὸν τὴν περικεκαλυμμέ νην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης." Ὁρᾷς ὅτι προτέθειτο τῆς δευτέρας καὶ ἐσωτάτω σκηνῆς ἡ ἐν πρώταις εἰσβο λαῖς, ἐν ᾗ καὶ τὸ ἱερὸν κατείθιστο γένος, τὰς δι' αἱ μάτων ποιεῖσθαι προσαγωγὰς, καὶ τῆς κατὰ νόμον λατρείας ἀποπεραίνειν τοὺς τύπους. Ἀλλ' ἦν ἡ δευ τέρα τῆς πρώτης ἁγιωτέρα. Τοιγάρτοι καὶ ὠνομά ζετο τὰ Ἅγια τῶν ἁγίων. Τίς οὖν ὁ λόγος τοῦ τῆς δευτέρας προκεῖσθαι τὴν πρώτην, καὶ τῆς ἐσωτάτω προεισβολὴν ὥσπερ τινὰ τετάχθαι τὴν ἐξωτέραν, σαφηνιεῖ πάλιν ὁ σοφώτατος Παῦλος. Ἔφη γὰρ οὕτω· "Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λα τρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημά των· τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μή πω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώ της σκηνῆς ἐχούσης στάσιν." Βάσιμος μὲν γὰρ, ἔφην, ἡ πρώτη πολλοῖς· ἀπρόσιτος δὲ ἡ δευτέρα καὶ ἐσωτάτω, τὰ Ἅγια τῶν ἁγίων. Μόνος γὰρ εἰσέθει δι' ἔτους εἰσάπαξ ὁ τῶν ἱερῶν ὡς ταγμά των ἡγούμενος, "οὐ χωρὶς αἵματος," κατὰ τὸ γε γραμμένον. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν "εἰσῆλθεν 77.760 Ἰησοῦ εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος, οὐ χωρὶς αἴματος," κατὰ τὰς Γραφάς. Τέθυται γὰρ ὑπὲρ ἡμῶν, ὡς ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Οὐκοῦν ἐν πρώτῃ σκηνῇ τῶν τὸ τηνικάδε θυόντων ἡ στάσις χρήσιμος ἐπράττετο, τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομὴν οὐκ ἀνιέντος τοῦ νόμου. "Πεφανέρωτο γὰρ οὔπω, φησὶν, ἡ τῶν ἁγίων ὁδὸς, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν." Ἀπόχρη μὲν οὖν, καθάπερ ἐγᾦμαι, τὰ προειρημένα πρὸς ἀπόδειξιν ἐναργῆ τοῦ καιροῦ, καθ' ὃν ἂν εἰκότως τελοῖτο τὸ Πάσχα. Ἁρμόσειε δ' ἂν ἄρα τισὶ τὸ ἐσθίειν αὐτὸ, ἢ καὶ ὅπως ἂν τελεῖσθαι πρέποι, φέρε λέγομεν, ἐκ τῶν ἱερῶν ἑλόντες Γραμ μάτων. εʹ. Ἔφη τοίνυν ὁ μέγας ἡμῖν Μωσῆς, τὸ ἐπ' αὐτῷ χρησμῴδημα συντιθεὶς, ὅτι τοῖς τὸν ἱερὸν καὶ ἀβέβη λον καταδηδοκόσιν ἀμνὸν ἄρτοις τε ἀζύμοις καὶ τοῖς τῶν λαχάνων πικροῖς κεχρῆσθαι δεήσει, μετ έχειν καὶ τῶν κρεῶν, ὧδε σχήματος ἔχοντας. "Ἔστωσαν ὑμῶν, φησὶν, αἱ ὀσφύες περιεζωσμέ ναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ φάγεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου." Ἀλλὰ τί μοι βούλεται τῶν δαιτυμόνων τὸ σχῆμα; φαίη τις ἂν ἔσθ' ὅτε, καὶ μάλα εἰκότως. Ἥκιστα μὲν γὰρ καὶ εἰκαιόμυθος ὁ νόμος ἦν· ἕψεται δὲ πάν τως τῶν τεθεσπισμένων ἑκάστῳ τὸ καταθαυμά ζεσθαι δεῖν. Ἢ γὰρ οὐχὶ γελοιότητός τε καὶ ἀμα θίας ἔμπλεον, ὀρθὰ μὲν ἡμᾶς φρονεῖν ᾑρημέ νους, ἀποσπουδάζειν ὡς ἀκαλλὲς τὸ μάταιόν τε καὶ ἀπηχὲς εἰπεῖν, ἤγουν ἑλέσθαι πληροῦν· τὴν δὲ ἀνωτάτω φύσιν, νόμῳ καταρυθμίζουσαν εἰς τὸ εὖ ἔχειν τὰ καθ' ἡμᾶς, τὸ ἀσυντελὲς εἰς ὄνησιν ὡς ἀναγκαῖον ἰδεῖν· καὶ εἰκαίαν