Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Γέγονεν οὖν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· οὐκ εἰς ἄνθρωπον ἦλθεν, ὥσπερ ἐν τοῖς προφήταις· ἀλλ' ὄντως τοῦτο γέγονεν ὅπερ καὶ ἡμεῖς, δίχα μόνης ἁμαρτίας. Ἔστιν οὖν Θεὸς μὲν, ᾗ Λόγος ἐστὶ τοῦ Πατρὸς, καὶ τῆς οὐσίας αὐτοῦ τὸ ἴδιον· ἄνθρωπος δὲ, καθὸ γέγονε σὰρξ, ὡς γέγραπται, καὶ τὴν ἡμῶν περιεβάλετο σάρκα. Ὅρον οὖν ἐχούσης τοῦτον τῆς πίστεως τῆς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διακρινέσθωσαν αἱ περὶ αὐτοῦ φωναὶ κατὰ τὸν λόγον τὸν πρέποντα. Κἂν ἀκούσῃς· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, μίαν ὅρα τὴν θεότητα τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς, καὶ Θεὸν ἐννόει τὸν Υἱὸν ἐκ τῆς οὐσίας ὄντα τοῦ Πατρός. Ἐὰν δὲ πάλιν ἀκούσῃς περὶ αὐτοῦ, ὅτι ἔκλαυσε καὶ ἐλυπήθη, καὶ ἐπτοήθη, καὶ ἀδημονεῖν ἤρξατο, ἐννόει πάλιν ἄνθρωπον ὅντα μετὰ τὸ εἶναι Θεὸν, καὶ ἀνατίθει τῇ ἀνθρωπότητι τὰ αὐτῇ χρεωστούμενα. Ἐπειδὴ γὰρ θνητὸν καὶ φθαρτὸν ἀπέλαβε σῶμα, καὶ τοῖς τοιούτοις πάθεσιν ὑποκείμενον, ἀναγκαίως μετὰ τῆς σαρκὸς καὶ τὰ αὐτῆς ἰδιοποιεῖται πάθη καὶ αὐτῆς ὑπομενούσης αὐτὰ, ὡς αὐτὸς ὑπομένων λέγεται. Οὕτως γάρ φαμεν ὅτι καὶ ἐσταυρώθη καὶ ἀπέθανε, τοῦτο παθούσης τῆς σαρκὸς, οὐκ ἰδίᾳ καὶ καθ' ἑαυτὸν τοῦ Λόγου· ἀπαθὴς γάρ ἐστι καὶ ἀθάνατος. Οὐκοῦν ὀρθοδόξως ἐκληψόμεθα τὰ εἰρημένα, τῇ μὲν θεότητι νέμοντες τὰ θεοπρεπῆ, ἀνατιθέντες δὲ τῇ σαρκὶ τὰ δι' αὐτὴν καὶ ὡς ἐξ αὐτῆς εἰρημένα διὰ τῶν ἐν ἡμῖν φυσικῶν κινημάτων· ὧν ὁ νοῦς ἔχων τὴν αἴσθησιν, ἀναβλύζει διὰ γλώττης τὰ ἐν βάθει κατὰ τὸ ἀφανὲς ἀφώνως ψιθυριζόμενα. ΑΛΛΟ, διηγηματικῶς. Γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ' ἵνα πάντα τὰ ἑαυτοῦ ταῖς ἡμῶν 75.397 ἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν ἑαυτοῦ μεταποιήσῃ στεῤῥότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον καὶ λέγων· Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐννόει πάλιν ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ, ἐδιδάσκετο φορουμένη παρὰ τοῦ Λόγου μηκέτι τοῦτο πάσχειν. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα· Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Οὐκ ἐφοβεῖτο μὲν γὰρ, καθὸ Λόγος ἐστὶ καὶ Θεὸς, τὸν θάνατον αὐτὸς, ἀλλ' εἰς τέλος διεξάγειν τὴν οἰκονομίαν ἠπείγετο. Τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τῆς σαρκὸς τὸν θάνατον φυσικῶς. ∆ιδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα ζητεῖν ὡς ἄνθρωπος λέγει· Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. ∆ιὰ τοῦτο γὰρ φαίνεται καὶ προσθείς· Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ΑΛΛΟ. Εἰ θανάτου καταφρονοῦντας οὕτως εὑρίσκομεν τοὺς ἁγίους, ὡς οἴεσθαι μᾶλλον εἰς ζωὴν μεταβαίνειν, εἵ τις αὐτοὺς πρὸς τὸ τοῦ παθεῖν καλοίη καιρὸς, ἀνδρεῖοί τε ὄντως εἰσὶ, διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς, εἰς τὸν ἔσω ἄνθρωπον, καθὰ γέγραπται, κατοικοῦντα τὸν Χριστὸν, πῶς δειλιᾷ τὸν θάνατον ὁ τοὺς ἄλλους διδάσκων θανάτου καταφρονεῖν; Πῶς δὲ οὐκ ἄτοπον θαυμάζειν μὲν τὴν ἀνδρίαν τῶν ἐχόντων ἐν ἑαυτοῖς τὸν Λόγον, αὐτὸν δὲ οἴεσθαι τὸν Λόγον ἀσθενῆ καὶ ἄνανδρον ὑπάρχειν οὕτως, ὡς καὶ φόβῳ κρατεῖσθαι καὶ τῷ τῆς δειλίας νοσήματι; ΑΛΛΟ. Τῷ οἰκείῳ θανάτῳ τὸν θάνατον κατήργησεν ὁ Σωτήρ. Ὥσπερ οὖν οὐκ ἂν ὁ θάνατος κατηργήθη μὴ ἀποθανόντος αὐτοῦ, οὕτως ἐφ' ἑκάστου τῶν τῆς σαρκὸς παθῶν. Εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἂν ἐλευθέρα τοῦ δειλιᾷν ἡ φύσις ἐγένετο, εἰ μὴ ἐλυπήθη, οὐκ ἂν ἀπηλλάχθη τοῦ λυπεῖσθαί ποτε, εἰ μὴ ἐταράχθη, οὐκ ἂν ἔξω ποτὲ τούτων ἐγένετο. Καὶ ἐφ' ἑκάστῳ τῶν ἀνθρωπίνως γεγονότων τὸν αὐτὸν ἐφαρμόζων λόγον, εὑρήσεις ἐν Χριστῷ τὰ τῆς σαρκὸς πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ' ἵνα κινηθέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος τῇ σαρκὶ Λόγου, πρὸς τὸ ἄμεινον μεταποιουμένης τῆς φύσεως. ΑΛΛΟ, εἰς τὸ, Θεέ μου, Θεέ μου. Ἐπὶ τῷ σταυρῷ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καυχώμεθα, καὶ πιστεύομεν διὰ τοῦτο σεσῶσθαι, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος ἄνθρωπος γεγονὼς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη, ἵνα τὸν ἐν ἡμῖν καταργήσῃ θάνατον, καὶ πάλιν ἡμᾶς ἑαυτῷ συναναστήσῃ, ἀπὸ τῆς