126
ἔχοντι πρὸς Θεὸν οἰκειότητα ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι.
168.τ ΑΝΤΙΟΧΩ ΠΡΕΣΒΥΤΕΡΩ Α∆ΕΛΦΙ∆Ω ΣΥΝΟΝΤΙ ΕΝ ΤΗ ΕΞΟΡΙΑ
168.1 Ὅσον ὀδύρομαι τὴν Ἐκκλησίαν τὴν στερηθεῖσαν τῆς τοῦ τοιούτου
ποιμένος ἐπιστασίας, τοσοῦτον μακαρίζω ὑμᾶς καταξιωθέντας ἐν τοιούτῳ καιρῷ συνεῖναι ἀνδρὶ τὸν μέγαν ὑπὲρ τῆς εὐσεβείας διαθλοῦντι ἀγῶνα. Πέπεισμαι γὰρ ὅτι ὁ Κύριος καὶ ὑμᾶς τῆς αὐτῆς μερίδος καταξιώσει τοὺς καλῶς ἀλείφοντας καὶ ἐπεγείροντας αὐτοῦ τὴν προθυμίαν. Ἡλίκον δὲ κέρδος ἐν ἡσυχίᾳ βαθείᾳ ἀπολαύειν ἀνδρὸς τοσαῦτα μὲν ἐκ τῆς μαθήσεως, τοσαῦτα δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων συνειληχότος; Ὥστε πέπεισμαι ὑμᾶς νῦν ἐγνωκέναι τὸν ἄνδρα ἡλίκος ἐστὶ τὴν σύνεσιν, διότι ἐν τῷ παρελθόντι χρόνῳ καὶ αὐτὸς τὴν διάνοιαν εἶχεν εἰς πολλὰ σχιζομένην καὶ ὑμεῖς οὐκ ἤγετε σχολὴν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ὥστε ὅλοι προσκεῖσθαι τῷ πνευματικῷ νάματι τῷ ἀπὸ καθαρᾶς καρδίας τοῦ ἀνδρὸς προχεομένῳ. Ἀλλὰ παράσχοι ὁ Κύριος ὑμᾶς καὶ αὐτῷ παράκλησιν εἶναι καὶ αὐτοὺς μὴ δεῖσθαι τῆς ἑτέρων παρηγορίας. Ὅπερ οὖν καὶ πέπεισμαι περὶ τῶν καρδιῶν ὑμῶν τεκμαιρόμενος τῇ τε ἐμαυτοῦ πείρᾳ ἣν πρὸς ὀλίγον ὑμῶν ἐπειράθην καὶ τῇ μεγάλῃ διδασκαλίᾳ τοῦ καλοῦ καθηγητοῦ οὗ μιᾶς ἡμέρας συνουσία αὔταρκες ἐφόδιον πρὸς σωτηρίαν.
169.τ ΓΡΗΓΟΡΙΩ ΒΑΣΙΛΕΙΟΣ
169.1 Πρᾶγμα μὲν ὑπέστης ἐπιεικὲς καὶ ἥμερον καὶ φιλάν θρωπον τὴν τοῦ
καταφρονητοῦ Γλυκερίου (τέως γὰρ οὕτω γράφομεν) αἰχμαλωσίαν συναγαγὼν καὶ τὴν κοινὴν ἀσχη μοσύνην ἡμῶν, ὡς οἷόν τε ἦν, συγκαλύψας. ∆εῖ δὲ ὅμως τὴν σὴν εὐλάβειαν, μαθοῦσαν τὰ κατ' αὐτόν, οὕτω λῦσαι τὴν ἀτιμίαν. Οὗτος ὁ νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυ κέριος ἐχειροτονήθη μὲν παρ' ἡμῶν τῆς κατὰ Οὐήνεσαν Ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. Καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ὁ ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. Ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος. Παρθένους δὲ ἀθλίας συναγαγὼν κατ' ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ (οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον), τὰς δὲ ἀκούσας, ἀγελαρχεῖν ἐπεχείρησε καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθεὶς ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίας καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλ' ἀφορμὴν βίου ταύτην ὥσπερ ἄλλος ἄλλην τινὰ προστησάμενος, καὶ μικροῦ τὴν Ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν ἐπίσκοπον καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον. Καὶ τέλος, ἵνα τι λόγῳ ἐπιτιμηθῇ μικρὸν παρ' ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν (καὶ γὰρ καὶ τοὺς νέους ἐγύ μναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν), πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. Συλήσας τῶν παρθένων ὅσας ἠδύνατο καὶ νύκτα τηρήσας δραπέτης γίνεται. Πάνυ σοι δεινὰ ταῦτα φανεῖται. Σκόπει καὶ τὸν καιρόν. Ἤγετο μὲν ἡ ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. Ὁ δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπό μενον καὶ περιχορεύοντα καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. Καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος, ἀλλ' ἔτι καὶ