127
τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους καὶ μετ' ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι περιυβρίζει καὶ ἀτιμοῖ ὁ θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος. Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ· καὶ γὰρ κοινὸς πάντων ἡμῶν ὁ γέλως· ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρ θένων ἐπανελθεῖν. Τύχοι γὰρ ἄν τινος φιλανθρωπίας, εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων· εἰ δὲ μή, τάς γε παρθέ νους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ Ἐκκλησίᾳ. Εἰ δὲ μή, τάς γε βουλομένας τυραννεῖσθαι μὴ συγχωρήσῃς, ἀλλ' ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς, ἢ μαρτυρόμεθά σοι ὃ καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς Ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετ' ἐπιστήμης καὶ τῆς πρεπούσης εὐσταθείας, τοῦτο ἄριστον· εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας.
170.τ ΓΛΥΚΕΡΙΩ
170.1 Μέχρι τίνος ἀπονοῇ καὶ κακῶς βουλεύῃ περὶ σεαυ τοῦ, κινεῖς μὲν ἡμᾶς,
αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; Ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. Εἰ γὰρ καὶ πατρικῶς ἐπετιμή σαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς. Ταῦτά σοι παρ' ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. Εἰ δὲ μακρύνεις ἀφ' ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντως ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας οὐ πρὸς Θεόν, ἀλλ' εἰς βάραθρον.
171.τ ΓΡΗΓΟΡΙΩ ΕΤΑΙΡΩ
171.1 Ἐπέσταλκά σοι καὶ πρῴην περὶ Γλυκερίου καὶ τῶν παρθένων. Οἱ δὲ
οὐδέπω καὶ τήμερον ἐπανήκασιν, ἀλλ' ἔτι μέλλουσιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. Οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην ὡς ἐφ' ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς ἢ αὐτὸς πάσχων τι πρὸς ἡμᾶς ἢ ἄλλοις χαριζόμενος. Ἡκέτωσαν οὖν μηδὲν δεδοικότες· σὺ γενοῦ τούτου ἐγγυη τής. Καὶ γὰρ ἀλγοῦμεν τεμνομένων τῶν μελῶν, εἰ καὶ καλῶς ἐτμήθησαν. Εἰ δὲ ἀντιτείνοιεν, ἐπ' ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα.
172.τ ΣΩΦΡΟΝΙΩ ΕΠΙΣΚΟΠΩ
172.1 Ὅπως ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν οὐδὲν δεόμεθα γράφειν. Εἰκάζεις
γὰρ πάντως αὐτοῖς οἷς ἐπέστειλας τοιούτοις οὖσι. Τὸν γὰρ πρῶτον καρπὸν τοῦ Πνεύματος, τὴν ἀγάπην, ἔδειξας ἡμῖν διὰ τοῦ γράμματος. Τούτου δὲ τί ἂν γένοιτο τιμιώτερον ἡμῖν ἐν τῇ παρούσῃ τῶν καιρῶν καταστάσει, ἡνίκα διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη; Οὐδὲν γὰρ οὕτω σπάνιον νῦν ὡς ἀδελφοῦ συντυχία πνευματικοῦ καὶ ῥῆμα εἰρηνικὸν καὶ πνευματικὴ κοινωνία, ἣν εὑρόντες ἐν τῇ σῇ τελειότητι ὑπερηυχαριστήσαμεν τῷ Κυρίῳ δεόμενοι καὶ τῆς τελείας ἐπὶ σοὶ μετασχεῖν εὐφροσύνης. Εἰ γὰρ αἱ ἐπιστολαὶ τοιαῦται, ὁποία ἡ συντυχία; Καὶ εἰ πόρρωθεν οὕτως αἱρεῖς, πόσου ἄξιος ἔσῃ ἐγγύθεν ἡμῖν ἐπιφανείς; Εὖ δὲ ἴσθι, εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθος καὶ αἱ ἀπαραίτητοι αὗται ἀνάγκαι αἷς ἐνδεδέμεθα, αὐτόν με ἐπειχθῆναι πρὸς τὴν σὴν τελειότητα. Καίτοιγε μέγα μοι ἐμπόδιόν ἐστι πρὸς τὰς κινήσεις ἡ παλαιὰ αὕτη τοῦ σώμα τος ἀρρωστία, ἀλλ' ὅμως οὐκ ἂν ὑπελογισάμην τοῦτο ἐμπόδιον τῆς προσδοκωμένης ἕνεκεν ὠφελείας. Τὸ γὰρ ἀνδρὶ τὰ αὐτὰ φρονοῦντι καὶ τὴν τῶν Πατέρων πρεσ βεύοντι πίστιν, ὡς ὁ τῶν