οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
καὶ πρό γε τῶν ἄλλων τὴν εὐαγ γελικὴν καὶ σωτήριον παίδευσιν, τὰς τῶν ἀποστόλων συγγραφὰς, οὐ καθάπερ ἔθος τισὶ, πρὸς ἀκαλλῆ θεω ρίαν τὸν τῶν γεγραμμένων καταβιαζόμενοι νοῦν, οὐδὲ τῆς ὀρθότητος ἀνοσίως ἐξέλκοντες, ἀλλ' ᾗπερ ἂν ἴοι τῶν θεωρημάτων ὁ σκοπὸς, ταύτῃ καὶ αὐτὸ προθύμως διάττοντες. Συνεπιτηδεύσωμεν δὲ τούτῳ τὴν ὑπομονὴν, πικροῖς ἐντρίβεσθαι πόνοις οὐ παρ αιτούμενοι, διά γε τὸ ὀρθῶς ἑλέσθαι βιοῦν, καὶ κατ όπιν ἴεσθαι τῶν τεθεσπισμένων. Ἔστι γὰρ, ἕστιν ὁμολογουμένως, οὐχὶ τοῖς τυχοῦσιν ἁπλῶς βάσιμος ἡ ἀρετὴ, δυσπρόσιτος δὲ καὶ ἀνάντης. Ἐφίκοιτο δ' ἂν αὐτῆς οὐ φιλήδονός τις ἢ παρειμένος, οὐ τοῖς τῆς σαρκὸς πάθεσιν ἐναλοὺς, καὶ ὁλοτρόπως ἐνεσχημέ νος, καὶ ταῖς εἰς τὰ αἰσχίω ῥοπαῖς, πάντα μὲν κά λων ἐνεὶς, ὅλοις δὲ ὥσπερ ἱστίοις ἀκαθέκτως διωθού μενος, ἀλλ' ὁ νήψει διαπρέπων, καὶ τῆς ἐπ' ἀγαθοῖς εὐτολμίας ἔμπλεως, εὐκοσμίας ἐραστὴς, ἐπιεικείᾳ συντεθραμμένος, καὶ ἱδρῶτος μὲν τοῦ πρὸς τὰ ἀμεί νω βλέποντος καταφρονητὴς, πόνοις δὲ τοῖς ὑπὲρ αὐτῆς τὸ εὐδοκιμεῖν ὠνούμενος· Οὐδὲ γὰρ ἂν ὑπάρ ξαι τισὶ τὸ κατορθοῦν δύνασθαί τι τῶν τεθαυμασμέ νων, εἰ μὴ ποιοῦτο διὰ σπουδῆς, καὶ τὸ δεῖν ἑλέσθαι τληπαθεῖν. ϛʹ. Οὐκοῦν ὡς ἐν τύποις ὁ νόμος, ζύμῃ τέ φημι καὶ πικροῖσιν, ἀναγκαίων ἡμῖν πραγμάτων ποιεῖται δήλωσιν. Ὧν τὴν πεῖραν εἰ παραιτοίμεθα, πόῤῥω ποι τῆς θείας ἀποφοιτῶντες τρίβου, καὶ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην παρεκθέοντες ζωὴν, οὐ με τρίως ἑαυτοὺς ἀδικήσομεν. Εἰ γὰρ ὁ τῆς ζωῆς ἡμῶν ἀρχηγὸς, καὶ τελειωτὴς Ἰησοῦς διὰ παθημάτων ἐτε λειώθη, κατὰ τὸ γεγραμμένον, πῶς οὐκ ἀκλεᾶ καὶ κατεσκωμμένον ἡμεῖς διαζήσωμεν βίον, τὸ ἐν ἴσοις γενέσθαι παραιτούμενοι, καὶ τοὺς τῆς εὐδοκιμήσεως ἀποσπουδάζοντες τρόπους; Ἀκουσόμεθα γὰρ εὐθὺς ἐπιβοῶντος καὶ λέγοντος τοῦ Χριστοῦ· "Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ. καὶ ἀκολουθείτω μοι." Ἕπεσθαι δὴ οὖν ἀναγκαῖον ἡμᾶς τοῖς ἴχνεσι τοῦ Χριστοῦ, ὃς ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν. Καὶ διὰ ποίαν αἰτίαν; Πάλαι μὲν γὰρ τὸ ἀνθρώπινον κατεληί ζετο γένος ὁ τῆς ἁμαρτίας εὑρετής· καὶ τρόπον ἐπιβουλῆς οὐδένα μένειν ἐῶν ταῖς ἑαυτοῦ δυστρο πίαις ἀνεπιτήδευτον, πεφενάκικε τοὺς ἐπὶ τῆς γῆς, καὶ τὴν τῆς θεότητος δόξαν ὀνειροπολῶν, ἀναδείμα σθαί οἱ βωμοὺς καὶ τεμένη προστέταχε, βουθυσίαν καὶ λιβανωτοῖς καταγεραίρειν ἐκέλευεν. Ἀποκομί ζων δὲ τοὺς πεπλανημένους ἐφ' ὅπερ ἂν βούλοιτο, 77.765 τοὺς μὲν, ἡλίῳ τὸ σέβας, τοὺς δὲ, σελήνῃ καὶ ἄστροις ἀνάπτειν ἀνέπειθεν· ἀλλὰ καὶ τοῖς ἐπὶ τούτων αἰσχίοσιν ἐνιεὶς ἐγκλήμασι, καὶ κτηνῶν ἀλόγων ἀφιεροῦν ἐποίει μορφὰς, τὸ θεῖον, οἶμαί που, περι υβρίζων ἀξίωμα· καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας τὴν δόξαν ἀποκομίζειν ἀποτολμῶν, καὶ μέχρι τῶν οὕτως εὐτελεστάτων, καὶ τὰ ὧν οὐδεὶς ἂν γένοιτο λόγος, φιλαπεχθημόνως αὐτῇ παρεικάζειν ἀξιῶν. ∆εινὸν γὰρ ἀεὶ, καὶ πάντολμον τὸ θηρίον. Ἀποβουκολήσας δὴ οὖν τῆς ἀληθοῦς θεογνωσίας τὸν ἄνθρω πον, καὶ βουλῆς ἀρίστης καὶ διασκεμμάτων ὀρθῶν ἀμοιρεῖν ἀναπείσας, καὶ ταῖς αὐτοῦ ζεύγλαις ἐξ ἀπάτης ὑπενεγκὼν, ἁπάσης μὲν εὐθὺς φαυλότητος ἐραστὴν ἀπετέλει, ἀστιβῆ δὲ αὐτῷ, καὶ ἀνήνυτον παντελῶς ἀποφήνας τὴν ἀρετὴν, βδελυρὸν ἐτίθη, καὶ Θεῷ κατεστυγημένον. Ἥκοντας δὲ ἤδη πρὸς τοῦτο ταλαιπωρίας, ἠλέει λοιπὸν ὁ τῶν ὅλων ∆η μιουργὸς, ἀντετίθη τοῖς ἐκείνου κακουργήμασι τοὺς διασώζειν εἰδότας. Ἐκάλει διὰ Μωσέως, πρωτό λειον ὥσπερ τι τῆς ἐκείνου θεότητος ἐξελῶν τὸν ἀρ χαῖον Ἰσραὴλ, καὶ δὴ καὶ νόμοις ἀρίστοις αὐτὸν κα ταρυθμίζων εἰς ἀκοσμίαν, ζηλωτὸν ἐπετέλει. Ἀλλ' οὐδὲν ἧττον ἐκεῖνος, τὴν τῶν ἁπλουστέρων ὑποτρέχων καρδίαν, αἰσχρῶν ἐπιτηδευμάτων καὶ ἀνοσίου βουλῆς μεταποιεῖσθαι παρεσκεύαζεν. Ἰατροὶ κατὰ καιροὺς ψυχικῶν ἀῤῥωστημάτων ἀπαλλάττειν εἰδότες οἰκο νομικῶς ἀνεδείκνυντο. Ἀλλὰ καὶ αὐτοὺς ἀτιμάζον τες τοὺς ἁγίους προφήτας, πολυτρόπως ἡλίσκοντο. Ἀθλίως δὴ οὖν πεπραχόσιν ἡμῖν αὐτὸν ἀναγκαίως κατέπεμψε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, μετακο μιοῦντα τὰ καθ' ἡμᾶς εἰς τὸ ἀσυγκρίτως ἄμεινον ἢ πάλαι, καὶ ἀνασώσαντα τοὺς ἐπὶ