Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Ἀνθρωπότητος δὲ ἴδιον, τὸ κλαίειν, καὶ ταράττεσθαι, καὶ ἀδημονεῖν, καὶ παραιτεῖσθαι τὸν θάνατον, καὶ τὰ τούτοις ὅμοια πάσχειν.
ΛΟΓΟΣ ΚΕʹ.
Εἰς τὸ, Πρωτότοκος πάσης κτίσεως, ὅτι οὐ κτίσμα ὁ Υἱός. Ἀντίθεσις ἐκ τῶν
χριστομάχων. Εἰ μὴ κτίσμα, φασὶν, ὑπάρχει ὁ Υἱὸς, οὐκ ἂν ἐκλήθη πρωτότοκος πάσης κτίσεως· ὡς γὰρ πολλὴν ἔχων πρὸς τὰ γεγονότα τὴν εὐγένειαν, εἰ καὶ πρῶτος αὐτῶν εἴη καὶ πρὸ πάντων ἐστὶ, καὶ ταύτῃ κέκληται τῇ ἐπωνυμίᾳ. Πρὸς τοῦτο λύσις. Πρὸς μὲν τὰ τοιαῦτα τῶν αἱρετικῶν προβλήματα οὐ χαλεπὸν ἀντιλέγειν. Ἐκεῖνο δὲ χρὴ πρῶτον εἰπεῖν· Εἰ τὸ πρωτότοκος ὄνομα συγκατατάττει τῇ κτίσει τὸν Υἱὸν, ὑπεξελεῖται πάντως αὐτὸν ἡ τοῦ Μονογενοῦς προσηγορία· ὥσπερ γὰρ οὐκ ἄν τις καλοῖτο πρωτότοκος, εἰ μὴ πολλοὺς ἔχοι τοὺς ἀδελφοὺς, ὧν ἐστι καὶ πρωτότοκος, οὕτως οὐκ ἂν εἴη μονογενὴς, εἰ μὴ μόνος ὑπάρχοι, ἑτέροις τισὶν οὐ συναριθμούμενος. Πῶς οὖν ἐστι καὶ πρωτότοκος καὶ μονογενής; ∆εῖ γὰρ ἢ ἐκεῖνο κρατεῖν ἢ τοῦτο. Ἐπειδὴ δὲ ἡ θεία Γραφὴ ἀμφοτέροις αὐτὸν ἀποκαλεῖ τοῖς ὀνόμασι, ζητεῖν ἀναγκαῖον τοὺς ὅσοι ταῖς θείαις Γραφαῖς προσβάλλουσιν ἀκριβῶς, πῶς μὲν ἔσται πρωτότοκος, κατὰ τίνα δὲ τρόπον καὶ μονογενής. Μονογενὴς μὲν οὖν, καθὸ Λόγος ἐστὶν ἐκ Πατρὸς, ἀδελφοὺς κατὰ φύσιν οὐκ ἔχων, οὐδὲ ἑτέρῳ τινὶ συνταττόμενος εἷς γὰρ καὶ μόνος ὁ Υἱὸς τοῦ Θεοῦ· πρωτότοκος δὲ οὐχ ἁπλῶς, οὐδὲ ἀπολελυμένως, ἀλλ' ἐν πολλοῖς ἀδελφοῖς, καθὰ γέγραπται. Πότε οὖν ἄρα γέγονεν ἡμῶν ἀδελφὸς, εἰ μὴ ὅτε τὴν ἡμῶν περιεβάλετο σάρκα; Οὐκοῦν τότε 75.404 πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ. ΑΛΛΟ. Πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶτος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμασιν ὑπάρχων οὐσίας, ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Ἐπιτηρῆσαι δὲ ὅμως κἀκεῖνο καλὸν, μονογενὴς καλεῖται καὶ πρωτότοκος. Ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμένης αἰτίας, καθ' ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ' ἀπολελυμένως, μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι' ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. Φασὶ γὰρ, Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, καὶ Πρωτότοκος ἐκ τῶν νεκρῶν. Ἐπειδὴ γὰρ ἔδει τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος τοῦτο μὴ ἀπολέσαι, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. Οὐ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινὸς ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει· ἀλλὰ καὶ οὕτω πρωτεύσει καὶ καθηγήσεται πάσης ὁμοῦ κτίσεως, ἅτε δὴ ποιητὴς ὑπάρχων αὐτῆς καὶ Κύριος. Οὕτω καὶ ὁ εὐαγγελίστης φησίν· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. ΑΛΛΟ. Εἰ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, ἄλλος ἔσται τῶν πάντων. Ἐν γὰρ τῷ εἰπεῖν πάντα, οὐδὲν ἀφῆκεν ἐκτὸς ὃ μὴ γέγονεν δι' αὐτοῦ. Οὐκοῦν κτίσμα μὲν ὁ Υἱὸς οὐκ ἔσται, κτίστης δὲ μᾶλλον τῶν πάντων, καθὰ γέγραπται. Οὐ γὰρ εἴρηκεν ἡ θεία Γραφὴ, ὅτιπέρ ἐστι πρωτότοκος τῶν ἄλλων κτισμάτων, ἵνα μὴ ὄντως ὡς ἐξ αὐτῶν εἶναι νοοῖτο, ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἶναί φησιν, ἵνα διὰ τοῦτο, ὡς εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτίσεως ἐν μέρει κειμένης, ἕτερος εἶναι παρ' αὐτὴν πιστεύηται. Ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ' ἕτερος παρὰ ταύτην. Καὶ γοῦν ἡ θεία Γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὴμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακὼβ, ἵνα μὴ ἕτερος εἶναι παρὰ τούτους νομίζηται· ἀλλὰ μετὰ πολλῆς ἀκριβείας πρωτότοκον