128
τιμίων ἀδελφῶν καὶ συμπρεσβυ τέρων λόγος, καταξιωθῆναι περιτυχεῖν ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν Ἐκκλησιῶν ἐπανελθεῖν, ὅτε ὀλίγοι μὲν ἦσαν οἱ νοσοῦντες περὶ ζητήσεις, ἐν ἡσυχίᾳ δὲ ἦσαν πάντες ἐργάται ὄντες τῶν ἐντολῶν ἀνεπαίσχυντοι, διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου ὁμολογίας λατρεύοντες τῷ Κυρίῳ καὶ ἄσυλον τὴν πίστιν καὶ ἀπερίεργον τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα διαφυλάσσοντες.
173.τ ΠΡΟΣ ΘΕΟ∆ΩΡΑΝ ΚΑΝΟΝΙΚΗΝ
173.1 Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς
ἡμῶν πάντως ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ, ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους καὶ μάλιστα νῦν οὕτω τεταραγμένων τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. ∆ιόπερ ἀναμένω τρόπον τινὰ μεμφθῆναι καὶ ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. Καὶ γράφοντες μέντοι καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν, ἐν ταῖς καρδίαις ἡμῶν φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. Τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντα τῇ ἐπαγγελίᾳ τὰ ἐφεξῆς ἐπα γαγεῖν. Τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν παντός· τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾶν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται, ὥστε καὶ γλώσσῃ πεπαιδευμένῃ χρῆσθαι καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ Εὐαγγε λίου καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστή σεως καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ ∆ημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει τῶν ἀναγκαίων ἀπέριττον. Ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθω θῆναι χρῄζοντα ἐπ' αὐτῆς τῆς ἀληθείας εὑρήκαμεν. Καὶ μὴν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι μήτε, εἴ τι ἐκ φύσεως ἐνυπάρχει ἡμῖν πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου, τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ τοῦ φρονήματος κατα βεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας, τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἐπιλειπούσης ἡμᾶς τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστη ρίου, πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπ' αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.
174.τ ΠΡΟΣ ΕΛΕΥΘΕΡΑΝ
174.1 Ἐγὼ καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν
ἐπέσχον ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς πειρασμοὺς ὑμῖν ἐπεγείρειν διὰ τοὺς φιλεχθρῶς πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας ὥστε πολυπραγμονεῖν εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. Ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρ ξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἃ ἐχρῆν περὶ τῶν κατὰ τὴν ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρ ελθόντι ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος. Ὅτι μακαρία