129
ἐστὶ ψυχὴ ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα ἢ πῶς, ἐπὶ τῆς μεγάλης ἡμέρας καθ' ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν Κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. Ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν ἢ παντελῶς ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου γίνεται. Οἷς δ' ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοι κος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπίπτειν. Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ καὶ ἔχε τὸν φόβον ἐν τῇ καρδίᾳ καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παρα λάμβανε. Μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. Καὶ μὴ διαλείπῃς ταῦτα ποιοῦσα. Καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν τῇ σαρκὶ ταύτῃ ζωὴν ἀγαθὴ βοηθὸς ἡ προσευχὴ καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν, οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. Ἐπέλπιζε τοίνυν τῇ ἀγαθό τητι τοῦ Θεοῦ καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν γινώσκουσα ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀπορρίψει ἡμᾶς εἰς τὸ παντελές, ἀλλ' ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· «Ἰδοὺ πάρειμι».
175.τ ΜΑΓΝΗΝΙΑΝΩ ΚΟΜΗΤΙ 175.1 Πρῴην ἐπέστελλέ μοι ἡ σεμνότης σου ἄλλα τινὰ καὶ περὶ πίστεως
γράψαι ἡμᾶς ἐναργῶς προστάσσουσα. Ἀλλ' ἐγὼ τὴν μὲν σὴν περὶ τὸ πρᾶγμα ἄγαμαι σπουδὴν καὶ εὔχομαι τῷ Θεῷ ἀνενδότως σοι τῶν ἀγαθῶν τὴν αἵρεσιν ἐνυπάρχειν καὶ ἀεί σε προκόπτοντα καὶ γνώσει καὶ ἔργοις ἀγαθοῖς τελειοῦσθαι. ∆ιὰ δὲ τὸ μὴ βούλεσθαι περὶ πίστεως σύνταγμα καταλιμπάνειν μηδὲ γράφειν διαφόρους πίστεις, παρετηρησάμην ἀποστεῖλαι ἃ ἐπεζητήσατε. Πλὴν δοκεῖτέ μοι περιηχεῖσθαι παρὰ τῶν αὐτόθι, τῶν μηδὲν ἐργαζομέ νων, οἳ ἐπὶ διαβολῇ ἡμετέρᾳ λέγουσί τινα, ὡς ἐκ τούτου ἑαυτοὺς συστήσοντες, ἐὰν ἡμῶν τὰ αἴσχιστα κατα ψεύσωνται. Ἐκείνους μὲν γὰρ φανεροῖ ὁ παρελθὼν χρόνος καὶ προϊοῦσα ἡ πεῖρα φανερωτέρους ποιήσει. Ἡμεῖς δὲ παρακαλοῦμεν τοὺς ἠλπικότας εἰς Χριστὸν μηδὲν παρὰ τὴν ἀρχαίαν περιεργάζεσθαι πίστιν, ἀλλ' ὡς πιστεύομεν, οὕτω καὶ βαπτίζεσθαι, ὡς δὲ βαπτιζόμεθα, οὕτω καὶ δοξολογεῖν, ὀνόματα δὲ ἀρκεῖν ἡμῖν ἐκεῖνα ὁμολογεῖν ἃ παρελάβομεν παρὰ τῆς Ἁγίας Γραφῆς καὶ τὴν ἐπὶ τούτοις καινοτομίαν διαφεύγειν. Οὐ γὰρ ἐν τῇ ἐφευρέσει τῶν προσηγοριῶν ἡ σωτηρία ἡμῶν, ἀλλ' ἐν τῇ ὑγιεῖ περὶ τῆς Θεότητος εἰς ἣν πεπιστεύκαμεν ὁμολογίᾳ.
176.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ
176.1 Παράσχοι ὁ ἅγιος Θεὸς ἐρρωμένῳ σοι τὸ σῶμα καὶ ἀπὸ πάσης ἀσχολίας
ἀνειμένῳ καὶ πάντα πράττοντι κατὰ νοῦν τὴν ἐπιστολὴν ἡμῶν ταύτην εἰς χεῖρας ἐλθεῖν, ἵνα μὴ ἄπρακτος ἡμῶν ἡ παράκλησις γένηται ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε ἡμῶν τῇ πόλει ἐπὶ τῷ σεμνοτέραν γενέσθαι τὴν πανήγυριν ἣν δι' ἔτους ἄγειν ἐπὶ τοῖς μάρτυ σιν ἔθος ἐστὶν ἡμῶν τῇ Ἐκκλησίᾳ. Πέπεισο γάρ, τιμιώ τατέ μοι καὶ ποθεινότατε ὡς ἀληθῶς, ὅτι, πολλῶν εἰς πεῖραν ἐλθὼν ὁ παρ' ἡμῖν λαός, τῆς οὐδενὸς οὕτως ἀντέχεται ἐπιτυχίας ὡς τῆς σῆς παρουσίας, τοιοῦτον κέντρον ἀγάπης ἐκ τῆς μικρᾶς ἐκείνης συντυχίας ἐναφῆ κας. Ἵνα οὖν καὶ ὁ Κύριος