Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
μονογενὴς, ἀλλ' ὡς μόνος φυσικῶς γεννηθείς. ΑΛΛΟ. Εἰ μονογενὴς, ὅτι μόνος ὑπὸ μόνου γέγονε, μόνος δὲ ἥλιος ἡμέραν ποιεῖ, μονογενὴς ἡλίου καὶ ἡ ἡμέρα λεχθήσεται. Εἰ δὲ καὶ μόνος τις καὶ μιᾶς ἐπιστήμης γέγονεν εὑρετὴς, ἢ μιᾶς εἰκόνος αὐτουργὸς, μονογενῆ εἴη ἂν αὐτῷ γεννήματα τὰ μόνα ὑπ' αὐτοῦ πεποιημένα. Εἰ δὲ μηδεὶς πώποτε μονογενὲς τὸ μόνον ἔργον κέκληκε, πῶς ὁ Υἱὸς ὡς γενόμενος, ἀλλ' οὐχ ὡς γεννηθεὶς, μονογενὴς νοηθήσεται; ΑΛΛΟ. Εἰ μὴ ὡς γεννηθεὶς μόνος, οὐ μὴν καὶ γενόμενος, μονογενὴς κέκληται, κέκληται δὲ καὶ τὸ τοῦ Ἰεφθάε θυγάτριον μονογενὲς, εἴη ἂν μόνον ἔργον αὐτοῦ, ἀλλ' οὐ γέννημα. Ἢ εἴπερ ὡμολόγηται μονογενὲς αὐτὸ εἶναι, διὰ τὸ μόνον ἐκ τοῦ ἰδίου γεγεννῆσθαι πατρὸς, καὶ ὁ Υἱὸς δῆλον ὅτι μονογενὴς, μόνος τῆς τοῦ Πατρὸς οὐσίας γεννητῶς κληρονόμος. ΑΛΛΟ. Εἰ ἐπεὶ μόνος τοιοῦτος γέγονε, διὰ τοῦτο μονογενὴς, μόνον δὲ ἔργον τοιοῦτον ὁ οὐρανὸς γέγονεν, ὁποῖόν ἐστιν, εἴη ἂν καὶ αὐτὸς μονογενής. Εἰ δὲ καίτοι πολλὰ καὶ μόνα κτίσματα γενόμενα οὐκ ἐῤῥέθη μονογενῆ, ὁ Υἱὸς ἄρα μονογενὴς οὐχ ὡς μόνος τοιοῦτος γενόμενος, ἀλλ' ὡς μόνος γεννηθείς. 75.409 ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνος τῶν πάντων ὑπερέχει, ὑπερέχει δὲ τῶν πάντων καὶ ὁ Πατὴρ, μονογενὴς ἄρα λεχθείη ἂν καὶ αὐτός. Εἰ δὲ μὴ ἔστι μονογενὴς, καίτοι τῶν πάντων ὑπερέχων, οὐδὲ ὁ Υἱὸς ἄρα μονογενὴς, διὰ τὴν ὑπεροχὴν τὴν πρὸς τὰ πεποιημένα, ἀλλὰ διὰ τὴν ἐκ Πατρὸς γέννησιν. ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνος τῶν πατρικῶν βουλημάτων ἐστὶν ἄγγελος, μόνος δὲ ὁ καθ' ἡμᾶς ἤτοι ἐν ἡμῖν ἔμφυτος λόγος τῶν τοῦ νοῦ βουλευμάτων ἐστὶν ἀγγελτικός· μονογενὴς ἂν υἱὸς τοῦ νοῦ κληθείη καὶ οὗτος. Εἰ δὲ μηδεὶς τῶν ἀπ' αἰῶνος τὸν τῶν ἀποῤῥήτων ἐκφαντικὸν λόγον μονογενῆ κέκληκε, πῶς ἂν Υἱὸς ὡς ἐξαγγελεὺς, ἀλλ' οὐχὶ ὡς γεννηθεὶς μᾶλλον μονογενής; ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς, ὅτι μόνος τῶν μετ' αὐτόν ἐστι δημιουργὸς, οὐδένα ἕξει τὸν συνδημιουργήσαντα, οὐδὲν σὺν αὐτῷ πεποιηκότα τι πλὴν μόνου τοῦ Πατρός. Εἰ δὲ πάντα ἐν αὐτῷ ὡς ἐν σοφίᾳ γεγένηται, καὶ ἐν αὐτῷ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ Θεοῦ πᾶσα ἡ δύναμις αὐτῶν, περιττὸν τὸ λέγειν αὐτὸν μονογενῆ, ὡς τῶν μετ' αὐτὸν ὄντα μόνον δημιουργὸν, ἀλλ' οὐχ ὡς μόνον δημιουργὸν ἐκ Θεοῦ γεννηθέντα φυσικῶς. ΑΛΛΟ. Εἰ τὸ μόνον γενόμενον, ἀλλ' οὐχὶ τὸ μόνον γεννηθὲν κατὰ ἀλήθειαν τοῦτο μονογενὲς, οὐκ ἄρα μονογενὴς ὁ Σάῤῥας υἱός· οὐ γὰρ γέγονεν ὑπ' αὐτῆς, ἀλλὰ γεγέννηται. ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνον αὐτὸν ὁ Πατὴρ ὑπεστήσατο, οὐκέτ' ἂν εἴη πρωτότοκος οὔτε αὐτὸς γεννηθεὶς, καὶ τῶν ἄλλων ἀδελφῶν οὐκ ὄντων ἐκ Πατρός. Εἰ δὲ ἀληθῶς ἐστι πρωτότοκος ἐν πᾶσι πρωτεύων, οὐχ ὡς μόνον ἄρα ὑποστὰς, μονογενὴς, μόνος δὲ ὡς ἐκ Πατρὸς ἀγαθοῦ καρπὸς ἀποκυηθεὶς ἀγαθός. ΑΛΛΟ. Εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθεὶς, ἔστι δὲ καὶ ἐκ Παρθένου πρωτότοκος, εἴη ἂν καὶ ἐξ αὐτῆς ὡς πρῶτος ἑτέρων. Εἰ δὲ μόνος, ἀλλ' οὐ πρὸ ἄλλων γεννηθεὶς ἐκ Μαρίας, πρωτότοκος αὐτῆς κέκληται· καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ' ὡς μόνος γεννηθείς. ΑΛΛΟ. Εἰ διὰ τοῦτο πρωτότοκος, ὅτι τῶν ἄλλων πρῶτος γεγέννηται, τὸ δὲ πρῶτον γεννώμενον οὐ διοίσει τῶν ἐκ τοῦ αὐτοῦ μετ' αὐτὸ γεννηθέντων, οὐδὲ ὁ Υἱὸς ἄγα τῶν μετ' αὐτὸν εἴη ἂν κρείττων. Εἰ δὲ τὸ ποιοῦν τοῦ ποιουμένου κατὰ πάντα διαφέρει, ποιεῖ δὲ ὁ Υἱὸς, διαφέροι ἂν τῶν πάντων· καὶ πῶς ἂν τῶν 75.412 ἑαυτοῦ δημιουργημάτων εἴη πρωτότοκος, ὃς πρῶτος τῆς Υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος; ΑΛΛΟ. Εἰ τὰ πρῶτα τῶν δευτέρων αἴτια ὡμολόγηται, πρῶτον δὲ ἦν Θεὸς καὶ Θεοῦ Υἱὸς, τῶν ἄρα λεγομένων καὶ αἴτιος ὁ Υἱὸς, ὡς ἐξ ἐκείνου. Ὁ ἄρα αἴτιος τῶν δευτέρων υἱῶν, εἰ λέγοιτο πρωτότοκος, οὐχ ὡς πρῶτος ἐκείνων ὑπάρξας, ἀλλ' ὡς πρῶτος τῆς υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος. ΑΛΛΟ. Εἰ διὰ τοῦτο πρωτότοκος ὅτι πρῶτος γέγονε, τῷ δὲ πρῶτον, ἀλλ' οὐ μόνον τι πεποιηκότι, μετὰ τὸ πρῶτον ἕπεται πεποιηκέναι καὶ ἕτερα· ὁ Υἱὸς ἄρα πεποίηκεν οὐδέν. Ἐπεὶ δὲ πεποίηκεν, οὐχ ὡς κτισθεὶς πρωτότοκος, ἀλλ' ὡς τῶν