1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

130

δοξασθῇ καὶ λαοὶ εὐφρανθῶσι καὶ τιμηθῶσι μάρτυρες καὶ ἡμεῖς οἱ γέροντες τῆς ὀφειλο μένης ἡμῖν παρὰ τέκνου γνησίου τύχωμεν θεραπείας, καταξίωσον ἀόκνως μέχρις ἡμῶν διαβῆναι καὶ προλαβεῖν τὰς ἡμέρας τῆς συνόδου, ὥστε ἐπὶ σχολῆς ἡμᾶς ἀλλήλοις συγγενέσθαι καὶ συμπαρακληθῆναι διὰ τῆς κοινωνίας τῶν πνευματικῶν χαρισμάτων. Ἔστι δὲ ἡ ἡμέρα τῇ πέμπτῃ τοῦ Σεπτεμβρίου. ∆ιὸ παρακαλοῦμεν πρὸ τριῶν ἡμερῶν ἐπιστῆναι, ἵνα καὶ τοῦ πτωχοτροφείου τὴν μνήμην μεγάλην ποιήσῃς τῇ παρουσίᾳ. Ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου διαφυλαχθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ Κυρίου.

177.τ ΣΩΦΡΟΝΙΩ ΜΑΓΙΣΤΡΩ

177.1 Καταλέγειν μὲν πάντας τοὺς δι' ἡμῶν εὐεργετηθέντας παρὰ τῆς σῆς

μεγαλονοίας οὐ ῥᾴδιον, οὕτω πολλοὺς σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι διὰ τῆς μεγάλης σου χειρὸς ἣν ὁ Κύριος ἡμῖν σύμμαχον ἐπὶ τῶν μεγίστων καιρῶν ἐχαρίσατο. ∆ικαιότατος δὲ πάντων καὶ ὁ νῦν προσαγόμενος διὰ τοῦ γράμματος ἡμῶν τυγχάνει, ὁ αἰδεσιμώτατος ἡμῶν ἀδελφὸς Εὐσέβιος, παραλόγῳ συκοφαντίᾳ περιπεσών, ἣν ἀποσκεδάσαι μόνης ἐστὶ τῆς σῆς ὀρθότητος. ∆ιὸ παρακα λοῦμεν καὶ τῷ δικαίῳ χαριζόμενον καὶ πρὸς τὸ ἀνθρώπινον ἀφορῶντα καὶ ἡμῖν τὰς συνήθεις παρεχόμενον χάριτας ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρὶ καὶ προστῆναι αὐτοῦ μετὰ τῆς ἀληθείας. Ἔχει γὰρ οὐ μικρὰν συμμαχίαν τὴν ἀπὸ τοῦ δικαίου· ἥν, εἰ μὴ ὁ παρὼν καιρὸς καταβλάψειε, πάνυ ῥᾴδιον σαφῶς καὶ ἀναντιρρήτως ἐπιδειχθήσεται.

178.τ ΑΒΟΥΡΓΙΩ

178.1 Πολλοὺς οἶδα πολλάκις συστήσας τῇ τιμιότητί σου καὶ γενόμενος ἐπὶ

μεγίστων καιρῶν χρήσιμος ἱκανῶς τοῖς καταπονουμένοις. Οὐ μὴν τιμιώτερόν γε ἐμοὶ οὐδ' ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου, τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου, τοῦ νῦν τὴν ἐπιστολὴν ταύτην ἐγχειρίζοντός σοι παρ' ἡμῶν. Ὃς ποταπῷ μὲν συμπέπλεκται πράγματι αὐτός, ἂν τύχοι τινὸς καιροῦ, διηγήσεταί σου τῇ σεμνότητι. Ἃ δὲ παρ' ἡμῶν λεχθῆναι προσῆκε ταῦτά ἐστι· μὴ παρασυρῆναι τὸν ἄνδρα μηδέ, τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας, καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπο νοίας παραπολαῦσαι, ἀλλὰ τυχεῖν δικαστηρίου καὶ εἰς ἐξέτασιν αὐτοῦ τὸν βίον ἀχθῆναι. Ῥᾷστα γὰρ οὕτω καὶ ἡ συκοφαντία φανερὰ γενήσεται καὶ ὁ ἀνὴρ τυχὼν τῆς δικαιοτάτης προστασίας κήρυξ ἔσται διηνεκὴς τῶν ὑπηργμέ νων αὐτῷ παρὰ τῆς σῆς ἡμερότητος.

179.τ ΑΡΙΝΘΑΙΩ

179.1 Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς

καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. ∆ιὸ θαρρούντως πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν ἐκ προγόνων, πλείονος δὲ δι' ἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφ' ἡμῶν πα ραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην τῆς μὲν ἀληθείας ἕνεκεν εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. Μεγάλη γὰρ ἂν γένοιτο ῥοπὴ αὐτῷ πρὸς σωτηρίαν, εἰ καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι προηγουμένως μὲν τῷ δικαίῳ χαριζό μενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος.