131
180.τ ΣΩΦΡΟΝΙΩ ΜΑΓΙΣΤΡΩ ΕΥΜΑΘΙΟΥ ΕΝΕΚΕΝ
180.1 Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρη μένῳ ἔπαθον
τὴν ψυχήν. Τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρ' ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν; Καὶ βουλευσάμενος πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχε ρείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. Σὸν οὖν τὸ ἐφεξῆς τὴν σαυτοῦ σπουδήν, ἣν εἰς πολλοὺς ὑφ' ἡμῖν μάρτυσιν ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι. Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρ' αὐτοῦ δέησις τοῖς Βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπράξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. Καὶ γὰρ χριστιανῷ χαρίζῃ καὶ εὐγενεῖ καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. Ἐὰν δὲ προσθῶμεν ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐ τὸν εὐποιίας ὑποδεχόμεθα χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῇ σῇ σεμνότητι ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθ' ἡμᾶς ἀνεχομένῃ οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.
181.τ ΟΤΡΗΙΩ ΕΠΙΣΚΟΠΩ ΜΕΛΙΤΙΝΗΣ
181.1 Οἶδα ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται ὁ χωρισμὸς τοῦ
θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὅσον καὶ ἡμῶν αὐτῶν. Ἐπεὶ οὖν ἀμφότεροι χρῄζομεν παρακλήσεως, ἀλλήλοις γινόμεθα παραμυθία. Καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης ἀπαγγελοῦμεν. Φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόν των λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστιν ὁ κοινὸς ἡμῶν πατήρ. Ἀμέλει καὶ νῦν οὐ γράμματι σημαίνειν ἔχομεν, ἀλλ' αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδότα καὶ ἀπαγγέλλοντα ἐν οἷς αὐτὸν κατέλιπε καὶ ὅπως φέροντα τὰ συμπίπτοντα. Εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ταχεῖαν ἐπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.
182.τ ΠΑΥΛΙΝΩ ΠΡΕΣΒΥΤΕΡΩ
182.1 Ὅσον λυπούμεθα ἐνθυμούμενοι τὴν ἐρημίαν τῆς Ἐκκλησίας, τοσοῦτον
μακαρίζομεν ὑμᾶς εἰς τοῦτο φθάσαντας τὸ μέτρον τῆς ἀθλήσεως, ὃ παράσχοι ὑμῖν ὁ Κύριος μακρο θύμως παρελθεῖν, ἵνα καὶ τῆς πιστῆς οἰκονομίας καὶ τῆς γενναίας ἐνστάσεως ἣν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπεδείξασθε τὸν μέγαν μισθὸν ὑποδέξησθε.
183.τ ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ ΣΑΜΟΣΑΤΩΝ
183.1 Ὅταν ἀπίδω ὅτι ὁ μὲν πειρασμὸς κατὰ πάσης ἤδη κέχυται τῆς
οἰκουμένης καὶ αἱ μέγισται τῶν ἐπὶ Συρίας πόλεων τῶν ἴσων ὑμῖν πεπείρανται παθημάτων, οὐ παντα χοῦ δὲ οὕτω δόκιμον καὶ διαπρεπὲς ἐπ' ἀγαθοῖς ἔργοις τὸ βουλευτήριον ὡς τὸ ὑμέτερον νῦν ἐπὶ τῇ σπουδῇ τῶν ἀγαθῶν ἔργων διαβεβόηται, ἐγγύς εἰμι καὶ χάριν ἔχειν ἐπὶ τοῖς οἰκονομηθεῖσιν. Εἰ γὰρ μὴ ἐγεγόνει ἡ θλίψις αὕτη, οὐκ ἂν ὑμῶν διεφάνη τὸ δόκιμον. Ὥστε ἔοικεν, ὅπερ ἐστὶ κάμινος χρυσῷ, τοῦτο εἶναι ἡ ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος θλίψις τοῖς ἀντιποιουμένοις τινὸς ἀρετῆς. Ἄγε οὖν, ὦ θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν κορυφὴν καὶ περίστητε μὲν