οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
μᾶλλον, καὶ ἐν προσ λήψει σαρκὸς τῆς ἰδίας ὑπεροχῆς, ἀνασώζοι τὴν δόξαν. Οὕτω γὰρ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πεπλουτή καμεν, ἀνακομισθείσης ἐν αὐτῷ τῆς ἀνθρωπείας φύ σεως εἰς ἀξίωμα τὸ θεοπρεπὲς, καὶ θάκοις ἐνιδρυ μένης τοῖς ἁπάντων ἐπέκεινα. Καίτοι γὰρ ἀεὶ συν εδρεύων ὡς Λόγος τῷ ἰδίῳ Πατρὶ, καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὑπάρχων, πάλιν ἤκουε καὶ μετὰ σαρκὸς, λέγοντος· "Κάθου ἐκ δεξιῶν μου, 77.776 ἔως ἂν θῶ τοῦς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Οὕτω καὶ προσκυνεῖσθαί φαμεν αὐτὸν πρός τε ἡμῶν αὐτῶν, καὶ τῶν ἁγίων ἀγγέλων, οὐκ εἰς ἀν θρωπότητα ψιλὴν ἀσυνέτως καταβιβάζοντες, ἑπόμε νοι δὲ τῇ θείᾳ Γραφῇ, καὶ φύσει τῇ καθ' ἡμᾶς τὸν ἐκ Θεοῦ φύντα Λόγον συνδοῦντες εἰς ἕνωσιν, καὶ εἰς ἕν τι τὸ ἐξ ἀμφοῖν ἀναπλέκοντες, ἵνα μὴ ὡς ἄνθρω πος ἀπλῶς θεοφορήσας νοοῖτο, Θεὸς δὲ μᾶλλον ἐνην θρωπικὼς, καὶ καθ' ἕνωσιν οἰκονομικὴν, τὴν πρός γέ φημι τὴν ἰδίαν σάρκα, καὶ τὴν ἐκ τῆς ἁγίας Παρ θένου γέννησιν ὑποδύς. Νοηθείη γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως Χριστὸς εἷς, καὶ Κύριος εἷς, οὐκ εἰς ἄν θρωπον ἀνὰ μέρος καὶ Θεὸν ἐπιτεμνόμενος μετὰ τὴν ἄῤῥητον συμπλοκὴν, ἀλλ' εἰ καὶ νοοῖτο τῶν εἰς ἑνό τητα συνδεδραμηκότων ἡ φύσις διάφορος, εἰς Υἱὸν ἕνα παραδεχθεὶς καὶ νοούμενος. Ὥσπερ γὰρ ταῖς τῶν λίθων πολυτελεστάταις αὐγαί τινες ἐναστρά πτουσι, τὰ βάθη καταλευκαίνουσαι, καὶ εἰ βούλοιτό τις ἀποδιελεῖν τῷ λόγῳ τὴν σύγκρισιν, ἔτερος μέν τοι καταθρήσειεν αὐτὴν καθ' ἑαυτὴν τὴν λίθον, ἔτερον δὲ αὖ τὸ ἐν αὐτῇ νηχόμενον φῶς, πλὴν ἓν ἐξ ἀμφοῖν νοεῖται τὸ ὑποκείμενον, καταφθερεῖ δὲ πάντως ἡ τομὴ τὸν ἐπ' αὐτῇ λόγον, διιστᾶσα πρὸς τὸ ἀκαλλὲς τὰ πρὸς ἕνωσιν συνηνεγμένα· οὕτω φαμὲν καὶ ἐπὶ Χριστοῦ. Συνδεδραμήκασι γὰρ ἀποῤῥήτως, καὶ ὡς οὐκ ἂν ἔχοι τις ἢ νοεῖν ἢ φράσαι, πρὸς ἕν τι λοιπὸν τὸ νοού μενον, θεότης τε ὁμοῦ καὶ ἀνθρωπότης· ἵν' ἐν ταὐτῷ νοοῖτο καὶ ἄνθρωπος καθ' ἡμᾶς, καὶ Θεὸς ὑπὲρ ἡμᾶς· οὕτω τε μονογενὴς καὶ πρωτότοκος. Καὶ γοῦν ἐξ εδόθη μὲν λαγόνων τῶν παρθενικῶν, καὶ ἦν ἔτι βρέφος, ἐφρόνει δὲ τὰ Θεοῦ. Καὶ μαρτυρήσει λέγων ὁ μακάριος Ἡσαΐας περὶ αὐτοῦ· "∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐξελέσθαι τὸ ἀγαθόν." Ὄσον μὲν γὰρ ἧκεν εἴς γε τὸν τῆς ἀνθρωπότητος λόγον, οὔπω καιρὸς ἐδίδου τῷ βρέφει τὸ διακρίνειν δύνασθαι τῶν πραγμάτων τὰς φύσεις. Ἀλλ' ἦν, ὡς ἔφην, καὶ ἐν ἀνθρωπότητι Θεὸς, ἐφιεὶς μὲν φύσει τῇ καθ' ἡμᾶς τὸ διὰ τῶν ἰδίων ἔρχεσθαι νόμων· ἀνασώζων δὲ μετὰ τούτου τῆς θεότητος τὸ εἰλικρινές. Νοηθείη γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως, καὶ φύσει Θεὸς τὸ τεχθὲν, καὶ ἡ τεκοῦσα Παρθένος μήτηρ ἂν λέγοιτο γενέσθαι λοιπὸν, οὐ σαρκὸς καὶ αἵματος ἁπλῶς, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν αἱ καθ' ἡμᾶς μητέρες, Κυρίου δὲ μᾶλλον καὶ Θεοῦ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότος. Ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος· "Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενό μενον ὑπὸ νόμον." Οὐ γάρ πώ φαμεν ἐν ἀνθρώπῳ γεννηθέντι διὰ γυναικὸς, τὸν τοῦ Θεοῦ καθήκεσθαι Λόγον, καθάπερ ἀμέλει καὶ ἐν προφήταις ἦν, ψήφῳ δὲ μᾶλλον ὀρθῇ στεφανώσωμεν τὴν Ἰωάννου φωνὴν, σοφῶς τε καὶ ἀτρεκῶς εἰρηκότος· "Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Γεγενῆσθαι δὲ σάρκα τὸν Λόγον ὑποληψόμεθα, σαρκός τε καὶ αἵματος κεκοινωνηκότα· καὶ τοῦτο παραπλησίως 77.777 τοῖς οὖσιν ἐν αἵματι, καὶ σαρκὶ, τουτέστιν ἡμῖν. Καὶ εἰ γέγονε καθ' ἡμᾶς, πῶς ἦν ἀκόλουθον τὴν ἀνθρω πίνην αὐτὸν ἀτιμάσαι γέννησιν; Ἐσκήνωσε γὰρ ἐν ἡμῖν σαρκὶ καὶ αἵματι θεοπρεπῶς τε καὶ ἀῤῥήτως, τὴν ἰδίαν φύσιν οἱονεί πως ἀνακιρνάς. Αὕτη γὰρ ἡ τοῦ Λόγου θεότης, εἰ δὴ νοοῖτο μόνη καὶ καθ' ἑαυ τὴν, ἀποχρῶσαν ἔχει τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν· Καθικομένη γε μὴν οἰκονομικῶς εἰς ἕνωσιν τὴν ὡς πρὸς ἡμᾶς, καὶ ἀναπλεχθεῖσα σαρκὶ, ἤγουν τῇ καθ' ἡμᾶς φύσει, τελείως ἐχούσῃ κατὰ τὸν ἴδιον λό γον, τότε δὴ, τότε δίχα μώμου παντὸς, καὶ ἀδικου μένη παντελῶς οὐδὲ[ν] εἴς γε τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶ, καὶ τὴν καθ' ἡμᾶς γέννησιν παραδέξεται· οὐχ ὡς εἰς ἀρχὰς τοῦ εἶναι καλουμένη ποθὲν (ἦν γὰρ ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· καὶ χρόνου