1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

132

τὸν ποιμένα τῆς Ἐκκλησίας, ὅταν δῷ ὁ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίων φανῆναι θρόνων, ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ὑμῖν διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι τὴν ἀντίδοσιν. Ἡμῶν δὲ μεμνημένοι καὶ ἐπιστέλλοντες ὁσάκις ἂν ᾖ δυνατὸν δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμει βόμενοι καὶ ἅμα οὐ μικρῶς ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.

184.τ ΕΥΣΤΑΘΙΩ ΕΠΙΣΚΟΠΩ ΙΜΜΕΡΙΑΣ

184.1 Οἶδα ὅτι στυγνοποιὸν πρᾶγμα ἡ ὀρφανία καὶ πολυάσχο λον, διὰ τὸ

ἐρημίαν ἐπάγειν τῶν προεστώτων. Ὅθεν λογίζομαι καὶ τὴν σὴν εὐλάβειαν ἐπιστυγνάζουσαν τοῖς συμβεβηκόσι μὴ ἐπιστέλλειν ἡμῖν, καὶ ὁμοῦ ἐν πλείονι εἶναι νῦν ἀσχολίᾳ· περιτρέχειν τὰ τοῦ Χριστοῦ ποίμνια διὰ τὴν πανταχόθεν τῶν ἐχθρῶν ἐπανάστασιν. Ἀλλ' ἐπειδὴ πάσης λύπης παρηγορία ἡ πρὸς τοὺς ὁμοψύχους ἐστὶν ὁμιλία, καταξίου, ὁσάκις ἂν δυνατόν σοι, ἐπιστέλλειν ἡμῖν καὶ αὐτός τε ἀναπαύεσθαι ἐν τῷ φθέγγεσθαι πρὸς ἡμᾶς καὶ ἡμᾶς παρηγορεῖν ἐν τῷ μεταδιδόναι ἡμῖν τῶν σεαυτοῦ ῥημάτων. Τοῦτο δὲ καὶ ἡμεῖς σπουδάσομεν ποιῆσαι, ὁσάκις ἂν ἡμῖν ἐνδιδῷ τὰ πράγματα. Εὔχου δὲ καὶ αὐτὸς καὶ πᾶσαν τὴν ἀδελφότητα παρακάλεσον σπουδαίως δυσω πεῖν τὸν Κύριον, ἵνα δείξῃ ποτὲ ἡμῖν λύσιν τῆς περιεχούσης ἡμᾶς κατηφείας.

185.τ ΘΕΟ∆ΟΤΩ ΕΠΙΣΚΟΠΩ ΒΕΡΟΙΑΣ

185.1 Οἶδα ὅτι εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλ' ἐν τῇ καρδίᾳ σου ὑπάρχει ἡ

μνήμη ἡμῶν. Καὶ τοῦτο τεκμαίρομαι οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλ' ὅτι ἡ σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. Πλὴν ἀλλ', ὅσον δυνατόν σοι, ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. Οὗτος γάρ ἐστιν ὁ τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις τῷ σώματι, ὁ δι' ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. Παράσχοι δὲ ὁ Κύριος καὶ τὴν κατ' ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν ∆εσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παρ' αὐτοῦ δωρεαῖς.

186.τ ΑΝΤΙΠΑΤΡΩ ΗΓΕΜΟΝΙ

186.1 Ὡς καλὴ ἡ φιλοσοφία τά τε ἄλλα καὶ ὅτι οὐδὲ ἰατρεύεσ θαι πολυτελῶς

τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει, ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρ' αὐτῇ καὶ πρὸς ὑγείαν ἀρκεῖ. Τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω, ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας. Νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν μεταπείσειν καὶ τῆς παροιμίας καταγελάσεσθαι ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, ἣ τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. Καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατ' αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτόν, ἀλλ' οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην, ἥτις ποτ' ἄρα ἦν, ἡ τοὺς Ὀλυμπίους χορτάζουσα.

187.τ ΑΝΤΙΠΑΤΡΟΣ ΒΑΣΙΛΕΙΩ