οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
παντὸς πρεσβυτέραν ἔχει τὴν ὕπαρξιν), ἀλλὰ τοῖς τῆς ἀνθρω πότητος νόμοις, διὰ τῶν ἰδίων ἔρχεσθαι λόγων ἐφιεῖσα σοφῶς. Ὥσπερ γὰρ ἰδία γέγονε τοῦ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου ἡ ἐκ τῆς ἁγίας Παρθένου τιμία τε καὶ πάναγνος σὰρξ, οὕτω καὶ πάντα πρέποντα τῇ σαρκὶ δίχα μόνης ἁμαρτίας. Πρέποι δ' ἂν μάλιστα σαρκὶ, καὶ πρό γε τῶν ἄλλων ἡ διὰ μητρὸς ἀπόταξις. Οὐκ οῦν θεότης μὲν αὐτὴ καθ' ἑαυτὴν, εἰ ἔξω νοοῖτο σαρ κὸς, ἀμήτωρ ἔσται, καὶ μάλα ὀρθῶς. γʹ. Παρενηνεγμένου γε μὴν εἰς μέσον ἡμῖν μυστη ρίου τοῦ κατὰ Χριστὸν, ἕτερος ἂν γένοιτο καὶ λίαν ἰσχνὸς ὁ ἐπὶ τῷδε λόγος. Οἰησόμεθα γὰρ, ὀρθὰ φρονεῖν ᾑρημένοι, καὶ ἀπλανεστάτην ἰόντες τρίβον, οὐ θεότητα γυμνὴν, ἐνηνθρωπηκότα δὲ μᾶλλον καὶ ἑνωθέντα σαρκὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἀποτεκεῖν τὴν Παρθένον, παραληφθεῖσαν εἰς ὑπουργίαν τοῦ γεννῆ σαι σαρκικῶς τὸν ἑνωθέντα σαρκί. Θεὸν οὖν ἄρα λοιπὸν ὁ Ἐμμανουήλ· μήτηρ δ' ἂν λέγοιτο Θεοῦ καὶ ἡ τεκοῦσα σαρκικῶς τὸν ἐν σαρκὶ δι' ἡμᾶς πεφηνότα Θεόν. Καὶ τὸ βρέφος ἦν οὐ καθ' ἡμᾶς, τουτέστιν, οὐκ ἐν ψιλῇ καὶ μόνῃ τῇ πρὸς ἡμᾶς ὁμοιότητι· ἀλλ' ἐν ἀνθρωπότητι μὲν, διὰ τὴν σάρκα· θεῖον δὲ, ὡς ὑπὲρ ἡμᾶς καὶ ἐξ οὐρανοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, "Ὁ πρῶτος, φησὶν, ἄνθρωπος, ἐκ γῆς χοϊκός· ὁ δεύ τερος ἄνθρωπος, ἐξ οὐρανοῦ." Καὶ μὴν ὁ μακάριος προφήτης Ἡσαΐας, ὡς ἐν ὁράσει προφητικῇ τὴν τοῦ μυστηρίου δύναμιν ἐπαιδεύετο, Αὐτὸν γάρ φησι τε θεᾶσθαι τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἐν τῇ ἁγίᾳ Παρθένῳ, μονονουχὶ καὶ ποιούμενον τοῦ θείου βρέφους τὴν καταβολήν. Καὶ ἐσχημάτισται μὲν ἀνθρωπίνως ὁ τῆς ὁράσεως τρόπος, νοεῖταί γε μὴν ἑτεροίως καὶ θεοπρεπῶς. Τὸ γάρ τοι θεῖον οὐ καθ' ἡμᾶς. Ἔφη δὲ οὕτως· "Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ νόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γρα φίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ἐποίησα πιστοὺς ἀν 77.780 θρώπους, τόν γε Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθε πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπε Κύριός μοι· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον. ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυ ρίων." Καινὸς μὲν οὖν καὶ μέγας ὁ τόμος, ὅτι καὶ αὐτὸ καινὸν τὸ Χριστοῦ μυστήριον, καὶ ὁμολογουμέ νως μέγα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Πλὴν ἀνθρώπου γραφίδι γράφεται· δεῖται μὲν γὰρ ὁ περὶ τῆς θεότητος λόγος, εἰ γυμνὴ νοοῖτο πάλιν καὶ καθ' ἑαυτὴν καὶ ἔξω σαρκὸς, ἥκιστα μὲν τοῦ ἐν ἡμῖν ὄντος λόγου φράζειν οὐκ εἰδότα τὰ ὑπὲρ νοῦν, οὔτε μὴν οὔτε διατρανοῦν τὰ παντὸς ἐπέκεινα λόγου. "∆όξα γὰρ Κυρίου κρύπτει λόγον," κατὰ τὸ γεγραμ μένον. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τῇ καθ' ἡμᾶς γραφίδι γράφεται τὰ περὶ αὐτοῦ. Πλὴν ἐκεῖνο δὴ πάλιν, φέρε δὴ, φέρε καταθρήσωμεν. Προστεταχὼς γὰρ τῷ προφήτῃ Θεὸς, λαβεῖν τε τὸν νόμον καὶ γράψαι γραφίδι τῇ καθ' ἡμᾶς τὰ ἐν αὐτῷ, προσῆλθε πρὸς τὴν προφῆτιν. Καὶ τί τὸ "προσῆλθεν" ἐστὶν, ἀντὶ τοῦ τὸν συνόδου νόμον ἐσχηματίζετο. Προφῆτιν δὲ τὴν ἁγίαν ἀποκαλεῖ Παρθένον· προεφήτευσε γὰρ κυοφοροῦσα Χριστόν. Εἶτά φησι· "Καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν," ᾧ καὶ ὁ νόμος τίθησι, οὐχ ὡς ἀνθρώπῳ πάλιν ἰδικὸν, ἀλλ' ἐκ τῶν κατορθωμά των ὡς Θεῷ. "Κάλεσον γὰρ, φησὶ, τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον." Γεννηθὲν γὰρ εὐθὺς τὸ βρέφος τὸ θεῖον καὶ ὑπερκόσμιον, ἦν μὲν ἐν σπαργάνοις, ὅτι καὶ ἐν κόλπῳ μητρὸς διὰ τὸ ἀνθρώπινον· ἐπειδὴ δὲ ἦν πρὸς τοῦτο καὶ φύσει Θεὸς, ἀπόῤῥητος δύναμις προενόμευσεν εὐθὺς τὰ σκεύη τοῦ Σατανᾶ. Ἀφίκοντο γὰρ ἐξ Ἀνατολῆς οἱ μάγοι, ζητοῦντες αὐτὸν καὶ λέγοντες· "Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν." Οὐκοῦν θεία μὲν ἡ γέννησις, εἰ καὶ ἀνθρω πίνως ἐπράττετο διὰ τὸ ἀνθρώπινον· Θεὸς δὲ κατὰ φύσιν ὁ Ἐμμανουὴλ, καὶ αὐτοῦ τὰ σπάργανα, συν εχομένου μὲν ἀνθρωπίνως, ἀναπιμπλάντος δὲ θεϊκῶς τῆς ἰδίας