Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἦν ἐν τῷ ἀνθρώπῳ, προσκαλεῖται μὲν τοὺς Ζεβεδαίου παῖδας, ἀποτόμως δὲ οὐκ ἐλέγχει φιλάγαθος ὢν, ἵνα μὴ τῷ βάρει τῆς λύπης βαπτίσῃ πρὸς ἀθυμίαν· πιθανῶς δέ φησιν, Οὐκ ἔστιν ἐμὸν δοῦναι· καὶ οὐ δή που κατηγορεῖ τῆς ἑαυτοῦ φύσεως, ὡς οὐκ ἐχούσης τὸ δύνασθαι παρασχεῖν (ἄτοπον γὰρ ὄντως καὶ λίαν εὔηθες οὕτω νοεῖν, εἴπερ ἤδη φαίνεται τοῦτο παρεσχηκὼς καὶ ἐπαγγειλάμενος), ἀλλ' ἐπειδὴ, φησὶν, ἄδικον αἴτησιν καὶ χάριν τοιαύτην, ἣν οὐκ ἐμοὶ πρέπει παρασχεῖν, ἐπιζητεῖτε λαβεῖν, Οὐκ ἔστιν ἐμὸν δοῦναι. Εἰμὶ γὰρ δίκαιος κριτὴς, καὶ πρὸς ἀξίαν τοῖς ἑκάστου πόνοις ἀποδιδοὺς, ὡς ἐν ὀφλήματος τάξει τὰ γέρα. Ἄλλως τε δόξαν ἐνομίσατε κενὴν τὸ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων· ἀλλ' οὐκ ἔστιν ἐμὸν τοῦτο παρασχεῖν. Ὁ γὰρ διδάσκων μὴ νοσεῖν, οὐκ ἂν αὐτὸς νόσον ἐπιδοίη τινί· ὥσπερ ἂν εἰ τὸ πῦρ τῷ καταψύχεσθαι βουλομένῳ, καὶ τοῦτο αἰτοῦντι παρ' αὐτοῦ, λέγοι, Οὐκ ἔστιν ἐμὸν ὂ ζητεῖς ἐπιδοῦναί σοι· φύσεως γὰρ ἑτέρας εἰμί. ∆ίκαιος οὖν ὑπάρχων ἀγωνοθέτης, οὐ τοῖς αἰτοῦσιν ἁπλῶς ὀφείλω παρασχεῖν, οὐδὲ πάντας ἀδικήσας τοὺς ἀγωνιζομένους, εἰς δύο μόνους συνενεγκεῖν τὰς τιμάς· ἀλλὰ τοῖς ἑκάστου κατορθώμασιν ἀναλόγως ἀποδοῦναι τὰ αὐτῷ χρεωστούμενα. Ἐκείνων οὖν ἐστι λαβεῖν οἷς τοῦτο δικαίως ηὐτρέπισται παρὰ τοῦ Πατρὸς, τοῦ ἐν ἐμοὶ καὶ δι' ἐμοῦ πάντα ἐργαζομένου. Οἰέσθω δὲ μηδεὶς, διὰ τὸ αὐτὸν μὴ δύνασθαι παρασχεῖν, τὴν τοῦ Πατρὸς ἐπωνυμίαν εἰσφέρεσθαι, καὶ παρ' αὐτοῦ τοῖς ἁγίοις ηὐτρεπίσθαι λέγειν τὰς τιμάς. Ἀλλ' οἰκονομικῶς φησι τοῦτο· ἔθος γὰρ αὐτῷ πᾶν ὅπερ ἂν ὑπερέχοι τὴν ἀνθρώπου φύσιν ἀναβαῖνον, τοῦτο ἀνατιθέναι τῷ 75.420 Πατρὶ ὡς Θεῷ. Θεὸς δὲ ὢν καὶ αὐτὸς κατὰ φύσιν καὶ ἒν ὡς πρὸς τὸν Πατέρα, οὐκ ἀδυνατήσει περὶ τὸ ἀνατεθὲν τῇ θείᾳ φύσει, ἀλλ' αὐτὸς ἔσται πάντων ἐργάτης. Φιλαρχίαν οὖν τινα καὶ κενὴν ὠδίνοντας δόξαν εὑρίσκει τοὺς Ζεβεδαίου παῖδας, καὶ πιθανῶς ἀποτρέπει μὲν καὶ ἐξίστησι τοῦ κακοῦ, μέτρια δὲ μᾶλλον διδάσκει φρονεῖν· καὶ τοῦτο διὰ τῶν ἐφεξῆς εἰσόμεθα. Ἀγανακτοῦσι μὲν γὰρ οἱ ἕτεροι μαθηταὶ, τὸ πᾶσι προτεθὲν καὶ ὀφειλόμενον ὑπὸ δύο μόνων ἁρπαζόμενον βλέποντες, ὅσον εἰς τὴν αἴτησιν καὶ τοῦ γυναίου τὴν πρόσοδον. Προσκαλεσάμενος δὲ, ὡς γέγραπται, πάντας ὁ Σωτὴρ, παιδεύει τοὺς Ζεβεδαίου παῖδας, καί φησιν ἀπολελυμένως, ἵνα μὴ πρὸς μόνους αὐτοὺς ἀποτείνεσθαι· Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ ἄρχοντες κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν· ἀλλ' ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος. Ἑαυτὸν δὲ τοῦ πράγματος εἰκόνα παράγει προθείς· Καθὼς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Ἐπισφραγίζων δὲ ὥσπερ τὰ εἰρημένα, καὶ τρανότερον ἐκτιθέμενος τὸν ἐν αὐτοῖς σκοπὸν, ἐπισυνάπτει παραβολὴν, δι' ἧς πάλιν συμβουλεύει τοὺς κεκλημένους εἰς ἄριστον, μὴ δεῖν αὐτομάτως ἐπὶ τὸν πρῶτον ἰέναι τόπον· περιμένειν δὲ τὴν ἀπὸ τοῦ δειπνοκλήτορος τιμήν. Κρεῖττον γὰρ, φησὶ, τὸ ἐν τῷ τελευταίῳ κείμενον τόπῳ διὰ τῆς τοῦ ἑστιῶντος φωνῆς ἐπὶ τὸν πρῶτον καλεῖσθαι, ἢ ἐν πρώτῳ τεθέντα θερμῶς πέμπεσθαι πρὸς τὸν ὕστερον, ἑτέρου παρόντος, ᾧ τὸ ἐν πρώτῳ κεῖσθαι παρὰ τοῦ πανηγυριάρχου χρεωστούμενον φαίνεται. ∆έδεικται τοίνυν ὅλου τοῦ κεφαλαίου καθεξῆς τὴν πρέπουσαν ἐσχηκότος βάσανον, οὐκ ἀσθενήσας περὶ τὸ δοῦναι τὴν χάριν ὁ Σωτήρ· ἀλλὰ τῆς προαποδεδομένης οἰκονομίας ἕνεκα, λέγων τὸ, Οὐκ ἔστιν ἐμὸν δοῦναι· καὶ περιττὴ λοιπὸν ἡ τῶν φλυαρούντων μανία.
ΛΟΓΟΣ ΚΖʹ.
Εἰς τὸ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας
Ἰησοῦν Χριστόν. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Ἰδοὺ, φασὶν, αὐτὸς ὁ Υἱὸς μόνον εἶναι Θεὸν ἀληθινὸν ὁμολογεῖ τὸν Πατέρα, καὶ αὐτὸς δὲ ὁ Πατὴρ εὑρίσκεται λέγων·