133
187.1 ∆ὶς κράμβη θάνατος, ἡ βάσκανός φησι παροιμία. Ἐγὼ δὲ πολλάκις
αἰτήσας ἅπαξ ἀποθανοῦμαι, πάντως δὲ καὶ μὴ αἰτήσας. Εἰ δὲ πάντως, μὴ κατόκνει ἐσθίειν ὄψον ἡδύ, μάτην ὑπὸ τῆς παροιμίας λοιδορηθέν.
188.τ ΑΜΦΙΛΟΧΙΩ ΠΕΡΙ ΚΑΝΟΝΩΝ
Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφία λογισθήσεται. Σοφοῦ δέ, ὡς ἔοικεν,
ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώ μεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. Ἐπιστα τικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπ' αὐτῆς τῆς ἐρωτήσεως πολλὰ ὧν οὐκ ἐπιστάμεθα διδασκό μενοι, καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀκριβὲς μέριμνα. Ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν καὶ ἐπισκέψασθαι ἀκριβῶς καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων ἀναμνησθῆναι καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν παρ' ἑαυτῶν ἐπιλογίσασθαι. 188.1 Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον καὶ καλῶς ἀπεμνημόνευσας ὅτι δεῖ τῷ ἔθει τῶν καθ' ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας. Τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ, καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν ∆ιονύσιον παρῆλθεν. Ἐκεῖνο γὰρ ἔκριναν οἱ παλαιοὶ δέχεσθαι βάπ τισμα τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον· ὅθεν τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυνα γωγάς. Αἱρέσεις μὲν τοὺς παντελῶς ἀπερρηγμένους καὶ κατ' αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους, σχίσματα δὲ τοὺς δι' αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας, παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. Οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλ' ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν καὶ συνα πῆλθον τούτῳ τινὲς καταλιπόντες τὴν καθολικὴν Ἐκκλη σίαν, παρασυναγωγὴ τὸ τοιοῦτο. Σχίσμα δὲ τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας Αἱρέσεις δὲ οἷον ἡ τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιωνιστῶν, καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν· εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεως ἡ διαφορά. Ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς τὸ μὲν τῶν αἱρετικῶν παν τελῶς ἀθετῆσαι· τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι· τοὺς δὲ ἐν ταῖς παρασυ ναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. Οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρετικοί· εἰς γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισ χύντως ἐπιφημίσαντες. Εἴτε οὖν ὡς ἀνθρώπους θεοποι οῦντες, κατάκριτοι· εἴτε ὡς τὸ Πνεῦμα τὸ Ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον βλασφημίαν. Τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; Οὐ γὰρ ἐβαπ τίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. Ὥστε, εἰ καὶ τὸν μέγαν ∆ιονύσιον τοῦτο παρέλαθεν, ἀλλ' ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος. Τὸ γὰρ ἄτοπον αὐτόθεν πρόδηλον καὶ πᾶσιν ἐναργὲς οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί. Πλὴν ἀλλ' ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν