οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὑπεροχῆς οὐρανὸν καὶ γῆν καὶ τὰ κατω τέρω, καὶ πάντα συνέχοντος τὰ δι' αὐτοῦ γεγονότα πρὸς τὸ εὖ εἶναι καὶ συνεστάναι. κἂν ἀκούσῃς ὅτι προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι, μὴ σοφὸν ἐξ ἐπιδόσεως γενέσθαι νομίσῃς τὸν τοῦ Θεοῦ Λόγον. ∆ιαμέμνησο δὲ μᾶλλον γεγραφότος ὡδί που τοῦ θε σπεσίου Παύλου· "Χριστὸς, Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία." Μηδ' αὖ ἐκεῖνο φληνάφως τολμήσῃς εἰπεῖν, ὅτι τὸ "προκόπτειν ἐν ἡλικίᾳ τε καὶ σοφίᾳ καὶ χά ριτι," τῷ ἀνθρώπῳ προσάψομεν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶν ἕτερον οὐδὲν, ἢ διελεῖν εἰς δύο τὸν ἕνα Χρι στόν· ἀλλ', ὥσπερ ἔφην ἀρτίως, προαιώνιος ὢν ὁ 77.781 Υἱὸς, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς εἰς Υἱὸν ὡρί σθαι λέγεται Θεοῦ, τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος οἰκονομικῶς. Οὕτω καὶ ὑπάρχων σοφία τοῦ γεγεννηκότος, προκόπτειν ἐν σοφίᾳ λέγεται, καί τοι παντέλειος ὢν ὡς Θεὸς, τὰ τῆς ἀνθρωπότητος ἴδια, διὰ τὴν εἰς ἄκρον ἕνωσιν εἰς ἑαυτὸν εἰκότως ἀναλαβών. Ἀλλ' ἴσως ἐρεῖ τις· Εἶτα πῶς κεχώρηκεν ἡ ἀνθρώπου φύσις τῆς ἀποῤῥήτου θεότητος τὴν ἰσχύν; Καίτοι Θεοῦ φύσιν ἀκούω λέγοντος ἐναργῶς τῷ μακαρίῳ Μωσῇ, ὅτι "Οὐδεὶς ὄψεται τὸ πρόσ ωπόν μου καὶ ζήσεται." Εἰ δὲ ἄτλητος ἡ θέα, καὶ [ἀ]δύσοιστον ἔχει τὴν προσβολὴν, ποῖον ἂν ἔχοι λόγον ἡ σύνοδος; Ἐγὼ δὲ πρὸς τοῦτο φαίην ἂν, ὅτι καὶ πέρα λόγου τὸ θαῦμα, καὶ ταῖς καθ' ἡμᾶς ἐννοίαις οὐχ ἁλώσιμος τῆς εἰς ἅπαν οἰκονομίας ὁ τρόπος. Πλὴν σοφῶς ἐπράττετο, Θεοῦ τὴν ἰδίαν φύσιν καὶ τοῖς ἄγαν ἀσθενεστάτοις οἰστὴν ἀποφαίνοντος. Καὶ γοῦν τὸ σεπτὸν δὴ τοῦτο καὶ ἀξιάγαστον ἀληθῶς μυστήριον ὁ τῶν ὅλων Θεὸς φανερὸν ἐποίει τῷ παν σόφῳ Μωσῇ, παραδείγματι χρώμενος σαφεῖ καὶ ἐναρ γεστάτῳ. Τίς δ' ἂν νοοῖτο καὶ ὁ τοῦδε τρόπος, αὐτὸ διδάξει τὸ Γράμμα τὸ ἱερόν. Ἔχει δὲ οὕτω· "Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ ἱερέως Μαδιάμ· καὶ ἤγαγε τὰ πρόβατα ἐπὶ τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὅρος Χωρήβ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τῆς βάτου. Καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί· ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατα καίεται ὁ βάτος. Ὡς δ' εἶδε ὁ Κύριος ὅτι προσ άγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου, λέγων· Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε· Τί ἐστι; Καὶ εἶπε· Μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ὃν σὺ ἔστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ." Ἀπρόσιτον μὲν οὖν ἀποφαίνει τὴν προσ- βολὴν, καὶ αὐτῷ δὴ τότε τῷ μακαρίῳ Μωσῇ κατα σημαίνων, ὅτι ταῖς τοῦ νόμου παιδαγωγίαις, καὶ ταῖς διὰ τύπων σκιαῖς, εἰ ἀποχρῷτό τις, οὐκ ἂν ἐγγὺς γένοιτο τοῦ Χριστοῦ. Τετελείωκε γὰρ ὁ νόμος οὐδέν. Πλὴν ἐκεῖνο καταθαυμάζειν ἄξιον· Πῦρ ἦν ὁρώμενον ἐν τῷ βάτῳ, καὶ φωνὴν ἠφίει λέγων· "Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου." Οὐκοῦν αὐτὸς ἦν ὁ Κύριος ἐν εἴδει πυρός· καταδραττόμενος μὲν τοῦ φυτοῦ, καὶ ὅλον ἐξ ὅλου διέπων, καταπιμπρὰς δὲ οὐδαμῶς. Καίτοι πῶς οὐ πέρα λόγου παντὸς τὸ δρώ μενον ἦν, τὴν οὕτω λεπτὴν καὶ εὐκατάπρηστον ὕλην, τῆς τοῦ πυρὸς ἀλογίσαι προσβολῆς; Μᾶλλον δὲ πῶς οὐκ ἂν ἀγάσαιτό τις τὴν τῆς φλογὸς ἡμερότητα, φειδομένην ὁρῶν τοῦ βάτου; Ἀλλ' ἦν ὁ τύπος, ὡς ἔφην, εἰς παράδειγμα σαφὲς τοῦ μυστηρίου τοῦ κατὰ Χριστόν. Ὥσπερ γὰρ γέγονεν οἰστὸν τῷ θά μνῳ τὸ πῦρ, οὕτω καὶ τῇ καθ' ἡμᾶς φύσει τῆς θεό τητος ἡ ὑπεροχή. Οὐκοῦν ὅσον μὲν ἦκεν εἰς νοῦν τε 77.784 καὶ λόγους τοὺς ἐν ἡμῖν, ἀσύμβατα μὲν ἀλλήλοις εἶεν ἂν εἰκότως εἰς ἑνότητα φυσικὴν, θεότης καὶ ἀνθρωπότης. Συνέβη δ' οὖν ὅμως, ὡς ἔν γε Χριστῷ, καὶ εἷς ἐξ ἀμφοῖν ὁ Ἐμμανουήλ. Ὁ δὲ δὴ τιθεὶς ἀνὰ μέρος, καὶ ἄνθρωπον ἡμῖν ἀνιστὰς, καὶ υἱὸν ἕτερον ἰδικῶς, παρὰ τὸν ἐκ Θεοῦ κατὰ φύσιν, οὐ συνίστησιν ἀκριβῶς τοῦ μυστηρίου τὸ βάθος. Οὐ γὰρ ἀνθρώπῳ λελατρεύκαμεν, καὶ προσκυνεῖν ἐγνώκαμεν μυστ αγωγούντων ἁγίων· Θεῷ δὲ μᾶλλον, ὡς ἔφην, ἐνηνθρω πηκότι, καὶ ὡς ἓν νοουμένῳ μετὰ τοῦ ἰδίου σώματος τῷ ἐκ Πατρὸς ὄντι Λόγῳ. Ταύτῃτοι καὶ βασιλέα φαμὲν ἀναδεδεῖχθαι πάλιν ἐφ' ἡμᾶς τὸν Ἐμμανουήλ. Ὁ μὲν γὰρ Θεὸς καὶ