134
ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν, Καθαροὺς καὶ Ἐγκρατίτας καὶ Ὑδροπαραστάτας, διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν· οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι ἔσχον τὴν χάριν τοῦ Ἁγίου Πνεύ ματος ἐφ' ἑαυτοῖς· ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακο πῆναι τὴν ἀκολουθίαν. Οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες παρὰ τῶν Πατέρων ἔσχον τὰς χειροτονίας, καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευ ματικόν· οἱ δὲ ἀπορραγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν οὔτε τοῦ χειροτονεῖν εἶχον τὴν ἐξουσίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος Ἁγίου ἑτέροις παρέχειν ἧς αὐτοὶ ἐκπεπτώκασι. ∆ιὸ ὡς παρὰ λαϊκῶν βαπτιζομένους τοὺς παρ' αὐτῶν ἐκέλευσαν ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. Ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν οἰκονομίας ἕνεκα τῶν πολλῶν δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν. Τὸ δὲ τῶν Ἐγκρατιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι, ἵν' αὑτοὺς ἀπροσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ, ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκα ταλαμβάνειν βαπτίσματι· ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. Νομίζω τοίνυν ὅτι, ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν εἰληφὸς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρ' αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. Ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον καὶ τοῖς οἰκονομήσασι τὰ καθ' ἡμᾶς Πατράσιν ἀκο λουθητέον. Ὑφορῶμαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σωζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. Εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσω πείτω. Οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. Παντὶ δὲ λόγῳ τυπω θήτω τοὺς ἐπὶ τὸν βαπτισμὸν ἐκεῖνον προσερχομένους χρίεσθαι ἐπὶ τῶν πιστῶν δηλονότι καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. Οἶδα δὲ ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ἰζοῒν καὶ Σατορνῖνον, ἀπ' ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων. Ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησίας, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς. 188.2 Ἡ φθείρασα κατ' ἐπιτήδευσιν φόνου δίκην ὑπέχει. Ἀκριβολογία ἐκμεμορφωμένου καὶ ἀνεξεικονίστου παρ' ἡμῖν οὐκ ἔστιν. Ἐνταῦθα γὰρ ἐκδικεῖται οὐ μόνον τὸ γενη σόμενον, ἀλλὰ καὶ αὐτὸς ὁ ἑαυτῷ ἐπιβουλεύσας, διότι ὡς ἐπὶ τὸ πολὺ ἐναποθνήσκουσι ταῖς τοιαύταις ἐπιχειρήσεσιν αἱ γυναῖκες. Πρόσεστι δὲ τούτῳ καὶ ἡ φθορὰ τοῦ ἐμβρύου, ἕτερος φόνος, κατά γε τὴν ἐπίνοιαν τῶν ταῦτα τολμών των. ∆εῖ μέντοι μὴ μέχρι τῆς ἐξόδου παρατείνειν αὐτῶν τὴν ἐξομολόγησιν, ἀλλὰ δέχεσθαι μὲν τὸ μέτρον τῶν δέκα ἐτῶν· ὁρίζειν δὲ μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας τὴν θεραπείαν. 188.3 ∆ιάκονος μετὰ τὴν διακονίαν πορνεύσας ἀπόβλητος μὲν τῆς διακονίας ἔσται, εἰς δὲ τὸν τῶν λαϊκῶν ἀπωσθεὶς τόπον τῆς κοινωνίας οὐκ εἰρχθήσεται, διότι ἀρχαῖός ἐστι κανών, τοὺς ἀπὸ βαθμοῦ πεπτωκότας τούτῳ μόνῳ τῷ τρόπῳ τῆς κολάσεως ὑποβάλλεσθαι, ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ τῷ «Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό», καὶ δι' ἑτέραν δὲ αἰτίαν, ὅτι οἱ μὲν ἐν τῷ λαϊκῷ ὄντες τάγματι, ἐκβεβλημένοι τοῦ τόπου τῶν πιστῶν, πάλιν εἰς τὸν ἀφ' οὗ ἐξέπεσον τόπον ἀναλαμβά νονται, ὁ δὲ διάκονος ἅπαξ ἔχει διαρκῆ τὴν δίκην τῆς καθαιρέσεως. Ὡς οὖν οὐκ ἀποδιδομένης αὐτῷ τῆς διακονίας ἐπὶ ταύτης ἔστησαν μόνης τῆς ἐκδικήσεως. Ταῦτα μὲν οὖν τὰ ἐκ τῶν τύπων. Καθόλου δὲ ἀληθέστερον ἴαμα ἡ τῆς ἁμαρτίας ἀναχώρησις. Ὥστε ὁ διὰ σαρκὸς ἡδονὴν ἀθετήσας τὴν χάριν, διὰ τοῦ συντριμμοῦ τῆς σαρκὸς καὶ πάσης δουλαγωγίας τῆς κατ' ἐγκράτειαν ἀποστὰς τῶν ἡδονῶν ὑφ' ὧν κατεστράφη, τελείαν ἡμῖν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. Ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς δεῖ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς