Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἐστιν ἐνανθρωπήσας, καὶ Λόγος, καθὰ γέγραπται, γενόμενος σὰρξ, ποίαν ἐπιδέξεται προκοπήν; ἢ πῶς ἀτελής ἐστιν ὁ ὑπάρχων ἴσα Θεῷ; Ἀνάγκη γὰρ ἀτελῆ κἀκεῖνον ὑπάρχειν, ᾧ ἐστιν ἴσος, ἂν οὕτως ἔχει καθ' ὑμᾶς. Εἰ δὲ τοῦτο φρονεῖν τε καὶ λέγειν δυσσεβὲς, καὶ παρ' ὑμῖν αὐτοῖς ἤδη φαίνεται (τέλειον γὰρ εἶναι δεδώκατε τὸν Πατέρα), ἀνάγκη τέλειον εἶναι πιστεύειν καὶ τὸν ἴσον αὐτῷ Υἱόν. Οὐκοῦν οὐ καθὸ Λόγος ἐστὶ, προκόπτειν λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος· καὶ φύσιν πεφόρηκε τὴν τούτου δεκτικήν. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Θεοῦ Λόγου, ὅτι καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχει, καὶ ἔστιν ἴσα Θεῷ. Εἰ τοίνυν ἐν ἰσότητι τοῦ Πατρὸς ὑπάρχων προκοπὴν ἐπιδέχεται, καὶ προέκοψεν ὄντως, ἔστι τι μείζων τοῦ Πατρὸς, καὶ ὑπερήλατο τὸν γεννήσαντα ὁ προκόψας Λόγος, ἂν οὔτως ἔχῃ καθ' ὑμᾶς. Ἀλλὰ τοῦτο τῶν ἀτοπωτάτων. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστίν· ἔστι γὰρ τέλειος ὡς ὁ Πατὴρ, ἀλλ' εἴρηται καὶ τοῦτο διὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. ΑΛΛΟ. Εἰ προέκοψεν ὁ Λόγος ὅτε γέγονεν ἄνθρωπος, καὶ τὴν ἡμῶν ἐφόρεσε σάρκα, οὐκ αὐτὸς ὠφέλησεν ἡμᾶς ἐνανθρωπήσας, ἀλλὰ μᾶλλον ἡ σὰρξ αὐτῷ γέγονε τῆς τελειώσεως πρόξενος. Εἰ γὰρ ὄντως προέκοψεν, ὅτε γέγονε σὰρξ, ἀτελὴς ἦν ἄρα πρὸ τῆς ἐπιδημίας· καὶ νῦν τετελείωται καθ' ὑμᾶς. Πῶς οὖν εὐχαριστοῦμεν ὡς δι' ἡμᾶς ἐνανθρωπήσαντι, δέον αὐτὸν καὶ χάριν ὁμολογεῖν τῷ πράγματι; Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκ ἄρα προέκοψεν ᾗ Λόγος ἐστὶν, ἀλλ' εἴρηται τοῦτο διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. ΑΛΛΟ. Πολλοῖς ὀνόμασιν ὁ Λόγος τοῦ Θεοῦ καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Εἴρηται γὰρ καὶ ἔστιν Υἱός· ἐκλήθη καὶ σοφία, ὠνόμασται καὶ Θεὸς, καὶ δύναμις, καὶ μορφὴ, καὶ εἰκὼν τοῦ Πατρός. Εἰ δὲ ταῦτα ὢν σύμπαντα προκόπτει, τί ἄρα μεῖζον ἔχουσιν εἰπεῖν Υἱοῦ καὶ σοφίας, καὶ δυνάμεως, καὶ Θεοῦ, καὶ τῶν ἄλλων ἁπάντων, ἵνα μή τις τὰ καθ' ἕκαστον λέγοι; Ἀλλ' ἔστι 75.425 τοῦτο φρονεῖν δυσσεβές. Θεοῦ γὰρ μεῖζον οὐδέν. Οὐκ ἄρα, ᾗ Λόγος ἐστὶ προκόπτειν λέγεται. ΑΛΛΟ. Ἀρχαὶ, καὶ Θρόνοι, καὶ Κυριότητες, Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, καὶ πᾶσα δύναμις λογικὴ, ἔτι τε πρὸς τούτοις ἄνθρωποι τῇ τοῦ Λόγου μετοχῇ, τέλειοι πρὸς πᾶσαν εὐσέβειαν εἰσί τε καὶ γίνονται. Πῶς οὖν ὁ τοῖς ἄλλοις τὴν τελειότητα διδοὺς, ἀτελὴς εἶναι δύναται, ὡς καὶ προκόψαι ζητεῖν, καὶ εἰς αὔξην ἐπιδοῦναί τινα; πῶς δὲ εἴπερ ὄντως σοφία ἐστὶ, προκόπτειν ἐν σοφίᾳ δύναται; ἢ πῶς ὁ ἄλλοις τὴν χάριν διδοὺς, αὐτὸς ἐν χάριτι προκόπτει ὡς οὐκ ἔχων αὐτήν; εἰ μὴ ἄρα ψεύδεσθαι τὸν Παῦλον ἐροῦσι, καὶ σοφίαν καλοῦντα τὸν Υἱὸν, καὶ χάριτος χορηγόν; Ἀλλ' οὐ ψεύδεται τῆς ἀληθείας ὁ ὑπηρέτης. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστὶν, ἀλλ' ὡς περὶ ἀνθρώπου λέγεται, πάντα τὰ ἡμῶν ἀναλαβόντος δι' ἡμᾶς. ΑΛΛΟ. Τὸ ἀτελὲς ἀεὶ πρὸς τὸ τέλειον ἐπείγεται, τὸν μὲν πρῶτον ἐν ᾧπέρ ἐστιν ἀτιμάζον τόπον, ζητοῦν δὲ ὥσπερ ἀεὶ τὸν ἐν μείζοσι καὶ ἀμείνονα. Οἷον φέρε εἰπεῖν, ἄνθρωποι προκόπτομεν ἐν σοφίᾳ· ὄντες ταῖς ἄλλαις ἀρεταῖς καὶ βραχὺ βελτιούμενοι, οὕτω τε πρὸς τελειότητα βίου φερόμεθα. Ὁ δὲ τοῦ Θεοῦ Λόγος ὅλως ὢν ἐν Πατρὶ, ποῖ ποτε ἀναδραμεῖται; ποίαν δὲ αὔξην ἐπιδέξεται οὕτω τέλειος ὢν, ὡς ὅλον ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, καὶ ὅλος εἶναι πάλιν ἐν Πατρί; Εἰ γὰρ τὸν Πατέρα πληρῶν (εἰρήσθω γὰρ καὶ σωματικώτερον ὡς ἐν ὑποδείγματι), προκοπὴν ἢ αὔξην ἐπεδέξατό τινα, ἔξω γέγονε τοῦ Πατρὸς, μείζων τοῦ ἐν ᾧπέρ ἐστι γεγονώς. Ἀλλ' οὐκ ἐκβέβηκε τὸν Πατέρα. Ἔστι δὲ ἀεὶ ἐν αὐτῷ, τέλειος ἐν τελείῳ μένων, καὶ τὸν τέλειον ἔχων ἐν ἑαυτῷ. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστὶν, ἀλλ' ἔστι τέλειος, μένων ὁ αὐτὸς, καὶ οὐκ ἀλλοιούμενος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ, ὅτιπερ ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Εἰ τοίνυν οὐδεὶς ἐπὶ τούτῳ σκανδαλίζεται, οὐδὲ ἀκούων, Ἐταπείνωσεν ἑαυτὸν, μικρόν τι περὶ τοῦ Θεοῦ Λόγου φρονεῖ, ἀλλὰ μᾶλλον αὐτοῦ θαυμάζει τὴν φιλανθρωπίαν. Πῶς οὐ περιττὸν ἀκροωμένους ὅτι προέκοπτε, σκανδαλίζεσθαι; Εἰ γὰρ οὐδὲν ἐκ τοῦ ταπεινωθῆναι πέπονθεν εἰς τὴν θεότητα, οὐδὲ ἐκ τούτου πείσεται. Καὶ ὥσπερ δι' ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, οὕτω καὶ δι' ἡμᾶς ἐπιδέχεται τὸ προκόπτειν, ἵνα πάλιν