1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

135

συνηθείας, ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ. 188.4 Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα ὃν καὶ ἐπὶ τῶν διγάμων ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη. Τοὺς δὲ τριγάμους ἐν τρισί, καὶ τετράσι πολλάκις ἔτεσιν ἀφορίζουσιν. Ὀνο μάζουσι δὲ τὸ τοιοῦτον οὐκ ἔτι γάμον, ἀλλὰ πολυγαμίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην. ∆ιὸ καὶ ὁ Κύριος τῇ Σαμαρείτιδι πέντε ἄνδρας διαμειψάσῃ· «Ὃν νῦν, φησίν, ἔχεις οὐκ ἔστι σου ἀνήρ», ὡς οὐκέτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων τοῦ μέτρου τῆς διγαμίας τῷ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς καλεῖσθαι προσρήματι. Συνήθειαν δὲ κατε λάβομεν ἐπὶ τῶν τριγάμων πενταετίας ἀφορισμόν, οὐκ ἀπὸ κανόνων, ἀλλ' ἀπὸ τῆς τῶν προειληφότων ἀκολουθίας. ∆εῖ δὲ μὴ πάντη αὐτοὺς ἀπείργειν τῆς Ἐκκλησίας, ἀλλ' ἀκροάσεως αὐτοὺς ἀξιοῦν ἐν δύο που ἔτεσιν ἢ τρισί, καὶ μετὰ ταῦτα ἐπιτρέπειν συστήκειν μέν, τῆς δὲ κοινωνίας τοῦ ἀγαθοῦ ἀπέχεσθαι, καὶ οὕτως ἐπιδειξαμένους καρπόν τινα μετανοίας ἀποκαθιστᾶν τῷ τόπῳ τῆς κοινωνίας. 188.5 Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν δέχεσθαι χρή, δέχεσθαι δὲ δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας εἰ ἀληθινὴν ἐπιδείκνυνται τὴν μετάνοιαν καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ. 188.6 Τῶν κανονικῶν τὰς πορνείας εἰς γάμον μὴ καταλο γίζεσθαι, ἀλλὰ παντὶ τρόπῳ διασπᾶν αὐτῶν τὴν συνάφειαν. Τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἀσφάλειαν λυσιτελὲς καὶ τοῖς αἱρετικοῖς οὐ δώσει καθ' ἡμῶν λαβὴν ὡς διὰ τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς, 188.7 Ἀρρενοφθόροι καὶ ζωοφθόροι καὶ φονεῖς καὶ φαρ μακοὶ καὶ μοιχοὶ καὶ εἰδωλολάτραι τῆς αὐτῆς καταδίκης εἰσὶν ἠξιωμένοι. Ὥστε ὃν ἔχεις ἐπὶ τῶν ἄλλων τύπον, καὶ ἐπὶ τούτων φύλαξον. Τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετα νοήσαντας ἐπὶ τῇ ἀκαθαρσίᾳ ἣν ἐν ἀγνοίᾳ ἔπραξαν, οὐδ' ἀμφιβάλλειν ἡμᾶς προσῆκεν εἰς τὸ παραδέξασθαι. Ἥ τε γὰρ ἄγνοια συγγνώμης αὐτοὺς ἀξίους ποιεῖ καὶ τὸ ἑκούσιον τῆς ἐξαγορεύσεως καὶ ἡ παράτασις ἐν τοσούτῳ χρόνῳ γενομένη. Σχεδὸν γὰρ ὅλην γενεὰν ἀνθρώπου παρεδόθησαν τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ ἀσχημονεῖν. Ὥστε κέλευσον αὐτοὺς ἤδη ἀνυπερθέτως δεχθῆναι, μάλιστα εἰ καὶ δάκρυα ἔχουσι δυσωποῦντά σου τὴν εὐσπλαγχνίαν καὶ βίον ἐπιδείκνυνται ἄξιον συμπαθείας. 188.8 Ὁ ἀξίνῃ παρὰ τὸν θυμὸν κατὰ τῆς ἑαυτοῦ γαμετῆς χρησάμενος φονεύς ἐστι. Καλῶς δέ με ὑπέμνησας καὶ ἀξίως τῆς σεαυτοῦ συνέσεως εἰπεῖν περὶ τούτων πλατύ τερον, διότι πολλαὶ ἐν τοῖς ἑκουσίοις καὶ ἀκουσίοις διαφο ραί. Ἀκούσιον μὲν γάρ ἐστι παντελῶς καὶ πόρρω τοῦ κατάρ ξαντος τὸ ἀκοντίσαντα λίθον ἐπὶ κύνα ἢ δένδρον ἀνθρώπου τυχεῖν. Ἡ μὲν γὰρ ὁρμὴ ἦν τὸ θηρίον ἀμύνασθαι ἢ τὸν καρπὸν κατασεῖσαι, ὑπέβη δὲ αὐτομάτως τῇ πληγῇ κατὰ πάροδον ὁ παραπεσών, ὥστε τὸ τοιοῦτον ἀκούσιον. Ἀκούσιον μέντοι καὶ εἴ τις βουλόμενος ἐπιστρέψαι τινὰ ἱμάντι ἢ ῥάβδῳ μὴ σκληρᾷ τύπτοι, ἀποθάνῃ δὲ ὁ τυπτό μενος. Ἡ γὰρ πρόθεσις ἐνταῦθα σκοπεῖται, ὅτι βελτιῶσαι ἠβούλετο τὸν ἁμαρτάνοντα, οὐκ ἀνελεῖν. Ἐν τοῖς ἀκου σίοις ἐστὶ κἀκεῖνο τὸ ἀμυνόμενόν τινα ἐν μάχῃ, ξύλῳ ἢ χειρί, ἀφειδῶς ἐπὶ τὰ καίρια τὴν πληγὴν ἐνεγκεῖν, ὥστε κακῶσαι αὐτόν, οὐχ ὥστε παντελῶς ἀνελεῖν. Ἀλλὰ τοῦτο ἤδη προσεγγίζει τῷ ἑκουσίῳ. Ὁ γὰρ τοσούτῳ χρησάμενος ὀργάνῳ πρὸς ἄμυναν ἢ ὁ μὴ πεφεισμένως τὴν πληγὴν ἐπαγαγὼν δῆλός ἐστι διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ πάθους ἀφειδῶν τοῦ ἀνθρώπου. Ὁμοίως καὶ ὁ ξύλῳ βαρεῖ καὶ ὁ λίθῳ μείζονι τῆς δυνάμεως τῆς ἀνθρωπίνης χρησάμενος τοῖς ἀκουσίοις ἐναριθμεῖται, ἄλλο μέν τι προελόμενος, ἄλλο δέ τι ποιήσας. Ὑπὸ γὰρ τοῦ θυμοῦ τοιαύτην ἤνεγκε τὴν πληγὴν ὥστε ἀνελεῖν τὸν πληγέντα· καίτοι ἡ σπουδὴ ἦν αὐτῷ συντρίψαι τυχόν, οὐχὶ δὲ καὶ παντελῶς θανα τῶσαι. Ὁ μέντοι ξίφει χρησάμενος ἢ ᾡτινιοῦν τοιούτῳ οὐδεμίαν ἔχει παραίτησιν, καὶ μάλιστα ὁ τὴν ἀξίνην ἀκοντίσας. Καὶ γὰρ οὐδὲ ἀπὸ χειρὸς φαίνεται πλήξας, ὥστε τὸ μέτρον τῆς πληγῆς ἐπ' αὐτῷ εἶναι, ἀλλ' ἠκόντισεν,