οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἐπιτρέχοντες, προφασιζόμενοί τε προφάσεις ἐν ἁμαρ τίαις, ἐπαιτιωμένῳ τε λέγοντες· "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν." Ἡμεῖς δὲ ταῖς τῶν ἐκεῖνα πεφρονηκότων ἀβελτηρίαις ἐῤῥῶσθαι φράσαντες, μακραῖς καὶ ἀκαταλήκτοις εὐφημίαις καταγεραίρομεν, καὶ τῆς Φαρισαίων σκαιότητος τὰ ἀμείνω φρονεῖν ἐγνωκότες, ἐροῦμεν αὐτῷ· Περὶ καλοῦ ἔργου καταπεπλήγμεθά σε, ὅτι Θεὸς ὢν φύσει, γέγονας ἄνθρωπος. Καὶ διὰ ποίαν αἰτίαν; Ἐπειδὴ γάρ ἐστι ζωὴ κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος, ἴδιον σῶμα ἐποιήσατο τὸ φθείρεσθαι πεφυκὸς, ἵνα τῆς ἐν αὐτῷ νεκρότητος παραλύσας τὴν δύναμιν, μεταστοι χειώσῃ πρὸς ἀφθαρσίαν. Ὥσπερ γὰρ ὁ σίδηρος ταῖς ἀκμαιοτάταις τοῦ πυρὸς ὁμιλήσας προσβολαῖς, πρὸς ἰδέαν εὐθὺς τὴν ἐκείνου μεταχρώννυται, καὶ τὴν τοῦ νικῶντος ὠδίνει δύναμιν· οὕτω καὶ ἡ τῆς σαρκὸς 77.788 φύσις, τὸν ἄφθαρτον καὶ ζωοποιὸν τοῦ Θεοῦ Λόγον εἰσδεδεγμένη, μεμένηκε μὲν, ἐν οἷς οὐκ ἦν οὐκέτι, φθορᾶς δὲ ἀμείνων ἀπεφάνθη λοιπόν· καὶ ἐπείπερ ἐστὶν αὐτὸς τοῦ κόσμου τὸ φῶς, ταύτῃτοι τὰς τῆς ἀληθοῦς θεογνωσίας αὐγὰς ταῖς ἁπάντων διανοίαις ἐνιεὶς, πάντας ἐκάλει πρὸς τὸ φῶς· τοῦτο μὲν ταῖς ἀμωμήτοις διδασκαλίαις χρώμενος, καὶ πανσόφους ἀποτελῶν τοὺς προσιόντας αὐτῷ διὰ τῆς πίστεως· τοῦτο δὲ ποικίλως τερατουργῶν, ἵνα τοῖς ὑπὲρ λόγον ἐξειργασμένοις καταπλήττων τοὺς θεωμένους, μὴ ἀπιστηθῇ πρός τινος, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄν θρωπος· μεμένηκε δὲ ὅπερ ἦν καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς οἰκονομικῶς καθιγμένος. Ἀλλ' οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, καίτοι καὶ διὰ νόμου καὶ τῶν ἁγίων προφητῶν πλείστην τε ὅσην καὶ ἐμφανε στάτην ἔχον τὴν προαγόρευσιν, κατὰ πολλοὺς μὲν, τρόπους καταλυπεῖν ἀπετόλμων· ἐπεγνωκότες δὲ, ὅτι δὲ καὶ αὐτός ἐστιν ὁ κληρονόμος, ἐκβεβλήκασί τε καὶ ἀπεκτόνασι, συλλήπτορα καὶ συμπαραστάτην ἑαυτοῖς παραλαβόντες εἰς τοῦτο τὸν τῆς ἁμαρτίας εὑρετὴν, φημὶ δὴ τὸν Σατανᾶν· ὃς ᾠήθη μὲν, κατὰ τὸ εἰκὸς, ἀπηλλάχθαι πραγμάτων, ὅτι παθόντα τε θέαται. Συνηγνόηκε δὲ τοῖς ἐσταυρωκόσιν, ὅτι πέ πονθεν ἑκὼν, καὶ τέθυκεν αὐτὸς τὴν ἰδίαν ψυχὴν, οὐχ ὑπό του βεβιασμένος, ἀλλ' ἐθελοντὴς, ὡς ἔφην, ἵνα "τοῖς ἐν ᾅδου καθειργμένοις διακηρύξῃ πνεύ μασι," καὶ ἀναπετάσῃ τοῖς κάτω τὰς ᾅδου πύλας· ὡς γὰρ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος, "∆ιὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." Ἐπειδὴ γὰρ ἐξείλετο τοὺς ἐν σκότῳ, πεπάτηκε τοῦ θανάτου τὸ κράτος, καὶ ἀν εβίω τριήμερος. Εἶτα τοῖς ἁγίοις αὑτοῦ ἀποστόλοις ἑαυτὸν ἐμφανίσας, καὶ "μαθητεύειν προστεταχὼς πάντα τὰ ἔθνη, βαπτίζειν τε αὐτοὺς εἰς τὸ ὅνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος," ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρὸς, ἥξει τε κατὰ καιροὺς τῶν ὅλων κριτὴς, ἐν δυνάμει τε καὶ δόξῃ τῇ θεοπρεπεῖ, δορυ φορούντων ἀγγέλων· καθιεῖται δὲ καὶ ἐπὶ θρόνου δό ξης αὑτοῦ, κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. εʹ. Οὐκοῦν ἐπειδήπερ τιμῆς ἠγοράσμεθα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, τῷ πριαμένῳ δουλεύσωμεν ὡς ἔνι, καὶ ἀμείνους μὲν εὑρισκώμεθα παθῶν· ἀποσειόμεθα δὲ βέβηλον ἁμαρτίαν, καὶ διὰ πάσης ἐπιεικείας ἑαυ τοὺς καταφαιδρύνοντες, τὸν καλὸν ἀγῶνα ἀγωνιζώ μεθα, τὸν δρόμον τελέσωμεν, τὴν πίστιν τηρήσωμεν· τοῖς ἐν ἐνδείᾳ τοὺς πόνους ἐπελαφρίζοντες, ὀρφανοὺς παραμυθούμενοι, χήραις ἐπαμύνοντες, τὰς τῶν τὸ σῶμα λελωβημένων αἰκίας ἀνακτώμεθα, τοὺς ἐν 77.789 δεσμοῖς ἐπισκεπτόμενοι, χρηστοὶ καὶ φιλάλληλοι περὶ πάντας εὑρισκόμενοι. Τότε γὰρ, τότε νηστεύσο μεν καθαρῶς· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρα κοστῆς, ἀπὸ νεομηνίας τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, Σαββάτου, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν