Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἡμεῖς ἐν αὐτῷ προκόπτωμεν ἐν σοφίᾳ, οἱ πάλαι διὰ τὴν ἁμαρτίαν ἀποκτηνωθέντες· προκόψωμεν δὲ καὶ ἐν χάριτι οἱ πάλαι μεμισημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Πάντα γὰρ τὰ ἡμῶν δι' ἡμᾶς εἰς ἑαυτὸν ἀνεδέξατο Χριστὸς, ἵνα πάντα μεταποιήσῃ πρὸς τὸ ἄμεινον, καὶ ἀρχὴ γένηται τῶν γενητῶν ἀνθρώπων παντὸς ἀγαθοῦ. 75.428 ΑΛΛΟ, ἐξήγησις πιθανὴ τοῦ αὐτοῦ ῥητοῦ. Φυσικός τις νόμος οὐκ ἐπιτρέπει τὸν ἄνθρωπον τῆς τοῦ σώματος ἡλικίας ὥσπερ μείζονα πολὺ τὴν φρόνησιν ἔχειν· ἀλλὰ συντρέχει πως καὶ ἡ ἐν ἡμῖν σύνεσις, καὶ συμβαδίζει τρόπον τινὰ ταῖς τοῦ σώματος προκοπαῖς. Ἦν οὖν ὁ Λόγος ἐν σαρκὶ γενόμενος ἄνθρωπος, καθὰ γέγραπται· καὶ ἦν τέλειος, σοφία τοῦ Πατρὸς καὶ δύναμις ὤν. Ἐπειδὴ δὲ τῷ τῆς φύσεως ἡμῶν ἔθει παραχωρεῖν πως ἐχρῆν, ἵνα μή τι ξένον παρὰ τοῖς ὁρῶσι νομισθῇ, ὡς ἄνθρωπος, κατὰ βραχὺ πρὸς αὔξην ἰόντος τοῦ σώματος, ἀπεκάλυπτεν ἑαυτὸν καὶ ὁσημέραι σοφώτερος παρὰ τοῖς ὁρῶσιν ἢ καὶ ἀκούουσιν ἐφαίνετο. Τέλειος μὲν ὢν ἐν ἅπασι, καθὰ προείρηται, ἀκολουθῶν δὲ τῷ κοινῷ τῆς φύσεως ἔθει. Ὅταν οὖν ἀκούσῃς, Προέκοπτεν ἐν σοφίᾳ καὶ χάριτι, μὴ αὐτῷ τινα προσθήκην σοφίας ἐγγενέσθαι νομίσῃς, ἀνενδεὴς γὰρ ὁ τοῦ Θεοῦ Λόγος· ἀλλ' ὅτι παρὰ τοῖς ὁρῶσι σοφώτερος ἀεὶ καὶ χαριέστερος ἦν, προκόπτειν εἴρηται, ὡς ἐντεῦθεν ἤδη τὴν τῶν θαυμαζόντων προκόπτειν ἕξιν, ἢ τὴν αὐτοῦ. ΑΛΛΟ. Τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ' ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ' ἐν αὐτῇ τὸ ἀνθρώπινον, Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ τοῦτό ἐστι τὸ, Προέκοπτεν ἐν σοφίᾳ. ΑΛΛΟ. Ἐν σοφίᾳ προέκοπτε τὸ ἀνθρώπινον, κατὰ τόνδε τὸν τρόπον· ἡ τὴν ἀνθρώπου φύσιν ἐνδυσαμένη σοφία, τουτέστιν, ὁ τοῦ Θεοῦ Λόγος, κατὰ βραχὺ διὰ τῶν ἔργων καὶ τῶν παραδόξων ἀποτελεσμάτων, θεοποιοῦσα παρὰ τοῖς ὁρῶσι τὸν ἀναληφθέντα ναὸν, προκόπτειν αὐτὸν ἐποίει κατὰ τοῦτο. Οὕτως ἐν σοφίᾳ προέκοπτεν ἡ ἀνθρωπότης, θεοποιουμένη δι' αὐτῆς. ∆ιὸ καὶ ἡμεῖς καθ' ὁμοιότητα τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, καὶ υἱοὶ Θεοῦ κεκλήμεθα καὶ θεοί. Προέκοπτεν οὖν ἡ φύσις ἡμῶν ἐν τῇ σοφίᾳ, τρέχουσα μὲν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ δὲ ἀνθρωπότητος εἰς τὸ τῆς θεότητος ἀξίωμα ἐν Χριστῷ. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἤκουσα, φησὶν, ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος, Ἰησοῦς ἐκλήθη. Αὐτὸς οὖν ἐστιν ὁ προκόπτων. Μὴ γάρ μοι διέλῃς, ἕνα Χριστὸν τοῦ Παύλου κηρύττοντος. Καὶ εἰ προκοπὴν ἐπιδεχόμενος φαίνεται, ἀτελὴς ἄρα. Καὶ πῶς ὁ τοιοῦτος ἴσος ἔσται τῷ τελείῳ Πατρί· Πρὸς τοῦτο λύσις. Οὐδὲν ἀδικήσεις εἰς θεότητα τὸν Υἱὸν, οὔτε κολοβῶσαι δυνήσῃ τὸ φυσικὸν ἀξίωμα, κἂν τοῦτο λέγων ἐμμένῃς, ἁλώσῃ δὲ μᾶλλον ἐξ ὧν οἴει νικᾷν. Εἰ γὰρ 75.429 ὅλως οἶσθα σάρκα γεγονότα τὸν Λόγον, καὶ ἄνθρωπον γεννηθέντα, καθά φησιν ἡ θεία Γραφὴ, τί μὴ δίδως αὐτῷ καὶ τὰ ἀνθρώπῳ πρέποντα πάσχειν χωρὶς ἁμαρτίας; Ἐπειδὴ γὰρ τῇ σαρκὶ τὸ προκόπτειν ὀφείλεται, λεγέσθω προκόπτειν, ὡς ἐν αὐτῇ γενόμενος, καὶ τὰ αὐτῆς οἰκειούμενος ἀκατηγόρητα πάθη. Οὐ γὰρ ἑτέρου τινὸς ἦν ἡ σὰρξ, ἀλλ' αὐτοῦ τοῦ Λόγου. Καὶ ὥσπερ λέγομεν αὐτὸν πεπονθέναι σαρκὶ, καίτοι μόνης παθούσης τῆς σάρκος, ἐπειδήπερ καὶ εἰ μὴ πέπονθεν, ὡς Θεὸς, ἀλλ' ἴδιον ἦν αὐτοῦ τὸ πάσχον σῶμα, οὕτω κἂν προκόπτειν λέγηται, προκοπὴν οὐδεμίαν ἐπιδεχόμενος ὡς Θεὸς, διὰ τὸ προκόπτειν ἐν αὐτῶ τὴν ἰδίαν ἑαυτοῦ σάρκα τοῦτο λέγεται. ΑΛΛΟ. Καὶ αὐτὸς ὁμολογεῖς, ὦ χριστομάχε, τὸν τοῦ Θεοῦ Λόγον γεγενῆσθαι σαρκὶ, ὅπερ οὐδὲν ἕτερόν ἐστι λέγειν, ἢ ὅτι σάρκα περιεβάλετο, καὶ ὄντως γέγονεν ἄνθρωπος. Ὥσπερ οὖν, ὅταν ἀκούσῃς μέγα τι περὶ τοῦ Λόγου, καὶ ὅπερ αὐτῷ πρέπει γυμνῷ καὶ οὔπω τὴν σάρκα περιβεβλημένῳ, ὡς ὅταν λέγηται φῶς καὶ ἀπαύγασμα ἡ σοφία τοῦ Πατρὸς, οὐ τὴν σάρκα νοεῖς, ἀλλὰ τὸν ἐν τῇ σαρκὶ κατοικήσαντα Λόγον, οὕτως ὅταν λέγηταί τι παρὰ ταῖς θείαις Γραφαῖς, ὃ μόνῃ πρέπει τῇ σαρκὶ, ἢ καὶ τῷ ἀνθρωπίνῳ σχήματι, μὴ