οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ καὶ δι' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ ΙΗʹ. Προθεωρίᾳ
Ἡ μὲν ὑπόθεσις, ἐφ' ᾖ καὶ νῦν τὴν ἐνθάδε συν οδίαν πεποιήμεθα, λαμπρὰ καὶ πολύευκτος. ∆εῖ δὲ, οἷμαι, φιλοτίμων αὐτῇ λόγων, καὶ γλώττης ἐχούσης δεξιῶς, εἴς γε τὸ δύνασθαι διαρθροῦν καὶ τὰ ὑπὲρ λόγον, Ἐγὼ δὲ πρὸς τοῦτο καίτοι λίαν ἀνικάνως ἔχων, ἥκω πάλιν εἰ ὑμᾶς, ἐρῶν τὰ ἐξ ἀγαθῶν ἐννοιῶν εὑρήματα. Συγγνώμονας δὲ τοὺς ἀκροωμένους γενέσθαι πρέπει. Ἔστι γὰρ ἡμῖν οὐκ ἐπίδειξις εὐγλωττίας τὸ χρῆμά ποθεν, ἀλλ' εἰσ ήγησις ἀναγκαία, καὶ τῷ τῆς ἁγίας ἡμῶν ἐορτῆς πρέπουσα καιρῷ. αʹ. Ἀναλάμπει πάλιν τῆς ἁγίας ἑορτῆς ἡμῶν ὁ καιρός. Ἡμᾶς δὲ ἀνάγκη διαμεμνῆσθαι λέγοντος τοῦ πάντων κρατοῦντος Θεοῦ· "Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ." Ἐπιμαρτυρώμεθα τοίνυν, ἑστηκέναι λέγοντες τὸν καιρὸν, καθ' ὃν προσῆκεν ἡμᾶς ταῖς ἁγίοις πρεπούσαις ἐπιεικείαις εὖ μάλα κατασεμνύνεσθαι, καὶ τῆς εὐαγγελικῆς πολιτείας καταπλουτεῖν τὰ αὐχήματα. ∆εῖ δὲ, οἶμαι, τοὺς τῶν καλλίστων εἰσηγητὰς ἡγεῖσθαι σεπτούς. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ προφήτης, λέγων· "Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!" Καὶ οὐ δή που πάντως τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα, καὶ ὅσα τοῖς γηΐνοις ἡμῶν σώμασιν εἰς τρυφὰς ὑπηρε τεῖ, ἐκεῖνα δὲ μᾶλλον, ἃ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν κατώρθωται χάριτος, καὶ τρισμακαρίους ἀποφαίνει τοὺς εἰληφότας, καὶ παθῶν ἀμείνους ψυχικῶν τε ἅμα καὶ σωματικῶν ὁρᾶσθαι ποιεῖ. "Αἱρετώτερον γὰρ ὄνομα καλὸν ἢ πλοῦτος πολὺς," καθά φησιν ὁ Σολομών. Τοῖς μὲν οὖν ἐπιεικέσιν οὐδεὶς ἂν γένοιτο καιρὸς, καθ' ὃν οὐ προσῆκεν αὐτοὺς ὁρᾶσθαι τοιού τους. Εἰ δὲ δὴ προκέοιτο καὶ τὸ δεῖν ἐθελοντὰς τοὺς ὑπέρ γε τῆς ἀρετῆς ἱδρῶτας ὑπενεγκεῖν, τότε δὴ, τότε πέρα μὲν ὄκνου παντὸς τὴν διάνοιαν στήσαντες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων εὖ μάλα διᾴττοντες, τρυφὴν ἡγοῦνται τοὺς πόνους, τῇ τῶν ἐσομένων ἀγαθὼν ἐλπίδι πρὸς εὐθυμίαν τρεφόμενοι. Γηπόνοι μὲν γὰρ εἴπερ τινὲς εἶεν τληπαθεῖς τε καὶ φιλεργέστατοι, καιροῦ παραθήγοντος ἐπὶ τὸ χρῆ ναι ἀροῦν τὴν γῆν, καὶ μὴν καὶ τὰς τῶν σπερμά των ποιεῖσθαι καταβολὰς, καίτοι πλείστου τε ὅσου καὶ μακροῦ παρεισβάλλοντος πόνου τῆς τῶν ἀ γρῶν εὐκαρπίας, παρ' οὐδὲν τὸ χρῆμα ποιεῖσθαι σπουδάζωσι, καὶ μάλα εὐφρόνως. Ὑπάγει μὲν γὰρ τῇ ζεύγλῃ τὸν βοῦν, ἀλλ' ὁρᾷ τοῖς ἀστάχυσι κομῶσαν τὴν ἄρουραν. Καὶ ἐνίησι μὲν τῇ βώλῳ τὸν κόκκον, ἐπιγάννυται δὲ τοῖς ἀμῶσι, καὶ τοῖς τῆς ἐλπίδος ὄμμασι πίπτον ἤδη σιδήρῳ θαυμάζει τὸ λήϊον, καὶ πλήρη τὴν ἅλω φαντάζεται. Ὅ γε μὴν ἑτοίμως ναυ τίλλεσθαι πεφυκὼς, καὶ τεχνίτης τὰ ἐμπορικὰ, εἰ δὴ θεάσαιτο τοῖς ἠρινοῖς πνεύμασι γελῶσαν τὴν θάλασ σαν, οὐκ ἀνέχεται μελλησμῶν· θαρσεῖ τὸν ἀπόπλουν, καὶ οὐκ ἠγνόηκε μὲν ὅτι κυμάτων ἀνέξεται, καὶ τῆς τῶν πνευμάτων ἀγρίας ἐμβολῆς ἔσθ' ὅτε. ∆έδιε δὲ 77.804 ταυτὶ κατ' οὐδένα τρόπον, κερδῶν ἕνεκα καὶ πλεο νασμῶν. Εἶναι δέ φημι τῶν ἄγαν αἰσχρῶν, τοὺς μὲν ἐπὶ πράγμασι φθαρτοῖς καὶ γηΐνοις παντὸς μὲν ἱδρῶτος βούλεσθαι κατευμεγεθεῖν, ἡμᾶς δὲ τὰ θεῖα καὶ ὑπὲρ νοῦν κερδαίνοντας, μὴ οὐχὶ τροφῆς ἡγεῖ σθαι καιρὸν, τὸν πρὸ τῆς ἁγίας ἡμῶν ἑορτῆς· ἣ σι τίων μὲν καὶ ποτῶν ἐξίστησι περιττῶν, ἐμπίπλησι δὲ χαρισμάτων πνευματικῶν. Οὐκοῦν εἰς ἀνδρίαν ἡμᾶς παραθήγοντος τοῦ καιροῦ, μαλακιζέσθω μηδεὶς, ἴτω δὲ μᾶλλον ἑτοίμως ἐφ' ὅπερ ἂν ἕλοιτο Θεός. Οἶ μαι δὲ δεῖν ἐκεῖνο πάλιν εἰπεῖν, τὸ διὰ φωνῆς Ἱερε μίου· "Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας,