137
Σευήρῳ δὲ προφασιζομένῳ τὴν λήθην ἡμεῖς συγχωρήσομεν, εἰπόντες ὅτι ὁ τῶν κρυπτῶν γνώστης οὐ περιόψεται τὴν ἑαυτοῦ Ἐκκλησίαν ὑπὸ τοιούτου λυμαι νομένην ποιοῦντος μὲν ἀκανονίστως τὸ ἐξ ἀρχῆς, ὅρκῳ δὲ καταδεσμοῦντος παρὰ τὰ Εὐαγγέλια, παρορκεῖν δὲ διδάσκοντος δι' ὧν μετετέθη, ψευδομένου δὲ νῦν δι' ὧν τὴν λήθην σχηματίζεται. Ἐπειδὴ δὲ οὔκ ἐσμεν καρδιῶν κρι ταί, ἀλλ' ἐξ ὧν ἀκούομεν κρίνομεν, δῶμεν τῷ Κυρίῳ τὴν ἐκδίκησιν, αὐτοὶ δὲ ἀδιακρίτως αὐτὸν δεξώμεθα συγγνώμην δόντες ἀνθρωπίνῳ πάθει τῇ λήθῃ. 188.11 Ὁ δὲ τὸν ἀκούσιον ποιήσας φόνον ἀρκούντως ἐξεπλήρωσε τὴν δίκην ἐν τοῖς ἕνδεκα ἔτεσι. ∆ῆλον γὰρ ὅτι ἐπὶ τῶν πληγέντων τὰ Μωσέως παρατηρήσομεν, καὶ τὸν κατακλιθέντα μὲν ἐπὶ τῶν πληγῶν ἃς ἔλαβε, βαδί σαντα δὲ πάλιν ἐπὶ τῇ ῥάβδῳ αὐτοῦ, οὐ λογισόμεθα πεφο νεῦσθαι. Εἰ δὲ καὶ οὐκ ἐξανέστη μετὰ τὰς πληγάς, ἀλλ' οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν ὁ τυπτήσας φονευτὴς μέν, ἀλλ' ἀκούσιος διὰ τὴν πρόθεσιν. 188.12 Τοὺς διγάμους παντελῶς ὁ κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε. 188.13 Τοὺς ἐν πολέμοις φόνους οἱ πατέρες ἡμῶν ἐν τοῖς φόνοις οὐκ ἐλογίσαντο, ἐμοὶ δοκεῖν, συγγνώμην δόντες τοῖς ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας ἀμυνομένοις. Τάχα δὲ καλῶς ἔχει συμβουλεύειν, ὡς τὰς χεῖρας μὴ καθαρούς, τριῶν ἐτῶν τῆς κοινωνίας μόνης ἀπέχεσθαι. 188.14 Ὁ τόκους λαμβάνων, ἐὰν καταδέξηται τὸ ἄδικον κέρδος εἰς πτωχοὺς ἀναλῶσαι καὶ τοῦ λοιποῦ τοῦ νοσή ματος τῆς φιλοχρηματίας ἀπαλλαγῆναι, δεκτός ἐστιν εἰς ἱερωσύνην. 188.15 Θαυμάζω δέ σου, τὴν γραμματικὴν ἀκρίβειαν ἐπὶ τῆς Γραφῆς ἀπαιτοῦντος καὶ λογιζομένου ὅτι ἠναγκασ μένη ἐστὶν ἡ λέξις τῆς ἑρμηνείας τὸ ἑαυτῆς εὔσημον ἐκδι δούσης, οὐ τὸ κυρίως ὑπὸ τῆς Ἑβραϊκῆς φωνῆς σημαινό μενον μετατιθείσης. Ἐπεὶ δὲ δεῖ μὴ ἀργῶς παρελθεῖν τὸ ὑπ' ἀνδρὸς ζητητικοῦ κινηθὲν πρόβλημα, τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ ἐν τῇ κοσμο ποιίᾳ τὴν αὐτὴν ἔλαχον γένεσιν. Ἐκ τῶν ὑδάτων γὰρ ἐξήχθη ἀμφότερα τὰ γένη. Τὸ δὲ αἴτιον ὅτι ταὐτόν ἐστιν ἑκατέροις ἰδίωμα. Τὰ μὲν γὰρ διανήχεται τὸ ὕδωρ, τὰ δὲ ἐπινήχεται τῷ ἀέρι. ∆ιὰ τοῦτο μὲν οὖν κοινῇ αὐτῶν ἐπεμνήσθη. Τὸ δὲ σχῆμα τοῦ λόγου ὡς μὲν πρὸς τοὺς ἰχθύας ἀκαταλλήλως ἀποδοθέν, ὡς δὲ πρὸς πάντα τὰ ἐν ὕδασι διαιτώμενα καὶ πάνυ οἰκείως. Τὰ γὰρ πετεινὰ τοῦ οὐρανοῦ ὑποτέτακται τῷ ἀνθρώπῳ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ πάντα τὰ διαπο ρευόμενα τρίβους θαλασσῶν. Οὐ γὰρ εἴ τι ἔνυδρον, καὶ ἰχθύς ἐστιν, ὡς τὰ κητώδη, φάλλαιναι καὶ ζύγαιναι καὶ δελφῖνες καὶ φῶκαι, καὶ προσέτι ἵπποι καὶ κύνες καὶ πρίονες καὶ ξιφίαι καὶ οἱ θαλάσσιοι βοῦς, εἰ δὲ βούλει, καὶ ἀκάληφαι καὶ κτένες καὶ τὰ ὀστρακόρινα πάντα, ὧν οὐδέν ἐστιν ἰχθύς, καὶ πάντα ἃ διαπορεύεται τρίβους θαλασσῶν. 188.16 Ὁ δὲ Νεεμᾶν οὐχὶ μέγας παρὰ Κυρίῳ, ἀλλὰ παρὰ τῷ κυρίῳ αὐτοῦ, τουτέστι τῶν παραδυναστευόντων ἦν τῷ βασιλεῖ τῶν Σύρων. Πρόσεχε οὖν ἀκριβῶς τῇ Γραφῇ καὶ αὐτόθεν εὑρήσεις τὴν λύσιν τοῦ ζητήματος.
189.τ ΕΥΣΤΑΘΙΩ ΑΡΧΙΑΤΡΩ
189.1 Ἔστι μὲν καὶ πᾶσιν ὑμῖν τοῖς τὴν ἰατρικὴν μετιοῦσι φιλανθρωπία τὸ
ἐπιτήδευμα. Καί μοι δοκεῖ τῶν κατὰ τὸν βίον σπουδαζομένων ἁπάντων ὁ τὴν ὑμετέραν προτιθεὶς ἐπιστήμην ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως καὶ μὴ διαμαρτεῖν τοῦ πρέποντος, εἴπερ τὸ πάντων προτιμότατον, ἡ ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθ' ὑγείας ἐξῇ ταύτην ἔχειν· ὑγείας δὲ χορηγὸς ἡ ὑμετέρα τέχνη. Ἀλλά σοι διαφερόντως περιδέξιός ἐστιν ἡ ἐπιστήμη καὶ μείζονας ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους, οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης χάριν, ἀλλὰ καὶ τῶν ψυχικῶν ἀρρωστημάτων ἐπινοῶν τὴν διόρθωσιν. Ταῦτα δὲ