Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν τοῖς πᾶσι. Τί οὖν ἐστιν ὃ βούλεται λέγειν; ὑποτέτακται καὶ νῦν ὁ Χριστὸς τῷ Πατρὶ, οὐχ ὑπὲρ πάντων, ἀλλ' ὑπὲρ μόνων τῶν πεπιστευκότων εἰς αὐτόν· καὶ ὑπὲρ αὐτῶν ὡς ἀμνὸν ἄμωμον ἑαυτὸν προσήνεγκε τῷ Πατρὶ, σταυροῦ καὶ αἰσχύνης καταφρονήσας, ἵνα πάσης ἁμαρτίας ἐλευθερώσας, καθαροὺς καὶ ἀσπίλους προσαγάγῃ τῷ πεποιηκότι. Ὅταν οὖν πάσης ἐκποδὼν γενομένης πλάνης οἱ κατὰ πᾶσαν τὴν ὑφ' ἡλίῳ τὸν ἀληθινὸν ἐπιγνοῖεν Θεὸν, καὶ βασιλέα καὶ Κύριον ὁμολογήσωσι τὸν Χριστὸν τοῖς σωτηρίοις αὐτοῦ ἐπιτάγμασιν ὑποτασσόμενοι, τότε δὴ, τότε ὡς πάντων ὑποτεταγμένων, ὑπὲρ πάντων ὑποταχθήσεται, Θεὸς καὶ Κύριος καὶ ἀρχιερεὺς πάντων εὑρισκόμενος, καὶ δι' ἑαυτοῦ τοῖς πᾶσι διδοὺς τὸ μετέχειν δύνασθαι τοῦ ἐν αὐτῷ Πατρός. Οὕτω γὰρ ἐν πᾶσιν ἔσται τὰ πάντα Θεὸς, δι' Υἱοῦ μεσίτου τοῖς πᾶσιν ἐνοικιζόμενος, καὶ χωρῶν εἰς ἕκαστον τῶν κεκλημένων εἰς σωτηρίαν. ΑΛΛΟ. Σκοπείτω πᾶς εὐσεβὴς τῶν εἰρημένων τὴν δύναμιν, καὶ περιεργαζέσθω σαφῶς τὴν ἀκριβεστάτην του ῥητοῦ διάνοιαν· τρόπον γάρ τινα τὸ ἐξ ἀμαθίας διαβήσεται κακόν. Φησὶ τοιγαροῦν ὁ Παῦλος ὅτι, Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Πρῶτον μὲν ἄξιον ἐπιτηρεῖν εἰς ποίαν κατέληξε διάνοιαν ἡ τοῦ Παύλου φωνή. Οὐ γὰρ εἶπεν ὑποταγήσεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἵνα ἐλάττων αὐτοῦ κατ' οὐσίαν γένηται, ἀλλ' ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ὁρᾷς ὅτι τὴν με 75.437 σιτείαν εἰσφέρει τοῦ Λόγου τὴν πρὸς ἡμᾶς ὡς πρὸς τὸν Πατέρα; Συνέσται γὰρ πάλιν τοῖς ἁγίοις, ἀναλόγως τῇ ἑκάστου χάριτι χορηγῶν ἑαυτὸν, ἵνα δι' αὐτοῦ μέτοχοι γένοιντο τοῦ Πατρός. Καὶ οὗτός ἐστι τῆς ὑποταγῆς ὁ τρόπος· διακονεῖ γὰρ ὥσπερ τὴν παρὰ Πατρὸς εὐλογίαν, φυσικῶς δι' ἑαυτοῦ μεταδιδοὺς τοῖς εἰς αἰώνιον κεκλημένοις ζωήν. Οὐκ ἀναγκάσει δὲ τοῦτο τῆς φυσικῆς ἀξίας ἔξω γενέσθαι τὸν Υἱόν· ἀλλ' ὢν καὶ ὑπάρχων ὅπερ ἐστὶν, τῇ πρὸς ἡμᾶς συγκαταβάσει, διακονήσει καὶ τότε τῷ Πατρὶ, χορηγῶν ἡμῖν τὴν περὶ θεότητος γνῶσιν ὡς μανθάνειν δυνάμεθα. Εἶτα κἀκεῖνο πρὸς τούτοις ἀκόλουθον νοεῖν, ὥσπερ ἡμᾶς ὑποτάττων ὁ Πατὴρ τῷ Υἱῷ, οὐκ ἄλλο τι κατὰ τὴν οὐσίαν ἐργάζεται, οὐδὲ ἕτεροί τινες κατὰ τὴν φύσιν διὰ τὴν ὑποταγὴν εὑρισκόμεθα, παρ' ὅπερ γεγόναμεν ἐξ ἀρχῆς, γνώμης δὲ μεταβολῇ καὶ τρόπου καὶ γνώσεως τὴν ὑποταγὴν ἐργάζεται, οὕτω καὶ ὁ Υἱὸς, οὐ τῆς οἰκείας φύσεως τοὺς ὅρους ἐκβαίνων (οὐ γὰρ οἶδε μεταποιεῖσθαι Θεὸς), ὑποτάσσεται τῷ Πατρὶ, ἀλλά τις ἔσται τρόπος πράγματος καὶ κατ' ἐκεῖνο καιροῦ ὑποταττόμενον αὐτὸν δεικνύων, καὶ ἐν θελήματι μόνῳ, οὐ πάντως ἐν οὐσίας μεταβολῇ τὸ τῆς ὑποταγῆς εὑρεθήσεται πρᾶγμα. ΑΛΛΟ. Εἰ ἐλάττων ἔσται τοῦ Πατρὸς καὶ κατὰ φύσιν ἕτερος ὁ Υἱὸς ὑποταττόμενος αὐτῷ κατὰ τὸν ὁρισθέντα καιρὸν διὰ τῆς τοῦ Παύλου φωνῆς, οὔπω δὲ ὑποτέτακται, ἔχει νῦν ἄρα πρὸς αὐτὸν τὴν ἰσότητα. Καὶ πῶς τὸ νῦν κατὰ φύσιν ἴσον τῷ γεγεννηκότι, ἕλαττόν ἐστι κατ' ἐκεῖνο καιροῦ; Ἢ γὰρ φθορά τις ἔσται περὶ αὐτὸν καὶ ἐλάττωσις, καὶ λοιπὸν τοιούτοις ὑποπεσεῖται τὸ Θεῖον, ἢ ἐπείπερ τοῦτο ἀσεβὲς καὶ ἀλόγιστον εἰπεῖν, αὐτοὶ τῆς ἐλαττώσεως εἰσηγείσθωσαν τὸν τρόπον. Οὐδὲν γὰρ εἰς οὐσίαν ἀδικουμένου τοῦ Υἱοῦ, οὐδὲν ἀδικήσει τῆς ὑποταγῆς ὁ τρόπος.
ΛΟΓΟΣ Λ.
Εἰς τὸ, Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Καὶ πῶς, φασὶν, οὐκ ἄτοπον ὅμοιον εἶναι λέγειν κατ' οὐσίαν τὸν Υἱὸν τῷ Πατρὶ, ὅς γε δόξαν αἰτῶν εὑρίσκεται παρ' αὐτοῦ; Λέγει γάρ·