1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

139

τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς ὑποστάσεις λέγειν. Οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς καταγγέλλειν. 189.4 Ἀλλ' ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. Ὁ γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης τῷ πολλὰς λέγοντι ἢ τῷ μηδεμίαν συνθήσεται. Οὐ γάρ ἐστι δυνατὸν ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπι νοῆσαι. Ἀλλ' οὔτε πολλὰς λέγειν ἡ θεόπνευστος συγχωρεῖ διδασκαλία, εἴπου καὶ μέμνηται, μοναχῶς τῆς θεότητος μνημονεύουσα· «Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος.» Καὶ ἑτέρωθι· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Εἰ οὖν εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων μόνων τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; Ἀλλ' ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπόν· ἐπὶ μὲν τοῦ Πατρὸς καταδέχεσθαι τὸ Θεὸν εἶναι, καὶ τὸν Υἱὸν ὡσαύτως τιμᾶσθαι τῷ τῆς θεότητος ὀνόματι συντιθέμενοι· τὸ δὲ Πνεῦμα Πατρὶ καὶ Υἱῷ συναριθμούμενον μηκέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπαραλαμβάνεσθαι, ἀλλ' ἐκ Πατρὸς μέχρι τοῦ Υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν, ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ Πνεύματος. Οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν διὰ βραχέων, καὶ πρὸς ταύτην τὴν ἔννοιαν. 189.5 Τίς οὖν ὁ ἡμέτερος λόγος; Παραδιδοὺς ὁ Κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνάπτει καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν. Οὐ γὰρ ἔν τινι συντεταγμένον ἐν ἑτέροις ἀποσχοι νίζεται, ἀλλ' ἐν τῇ ζωοποιῷ δυνάμει, καθ' ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ Πνεύματος δύναμις Πατρὶ καὶ Υἱῷ, καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμο νικόν, δυνατόν, καὶ πανταχοῦ δηλονότι τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν. Οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον Πατρὶ καὶ Υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. Οὐδὲ γὰρ οἴδαμέν τινα τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ τὸ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινω νίαν συγχωροῦντας τῷ Πνεύματι τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον. Πάντα γὰρ τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. Οὐ γὰρ ἐπ' ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγαθοῦ ἡ προση γορία, ἐφ' ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου, ἀλλ' ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον. Κἂν Θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνε δείξω ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. Εἰ δὲ πάντα τὰ ὀνόματα τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλή λοις κατὰ τὴν τοῦ ὑποκειμένου ἔνδειξιν, ἄλλα κατὰ ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ἡμῶν ὁδηγοῦντα, τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν πρὸς Πατέρα τε καὶ Υἱὸν συγχωροῦντα τῷ Πνεύματι μόνης ἀποσχοι νίζειν αὐτὸ τῆς θεότητος; Ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν ἢ μηδὲ τὴν ἐν τοῖς λοιποῖς συγχωρεῖν. Εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτοις πάντως ἀνάξιον. Εἰ δὲ μικρότερον, κατὰ τὸν ἐκείνων λόγον, ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς Πατέρα τε καὶ Υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον. Κατα μανθανόμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνό ματα διὰ τῆς ἑκάστοις ἐνθεωρουμένης ἐμφάσεως εὑρεθή σεται μηδὲν τῆς τοῦ Θεοῦ προσηγορίας ἔλαττον ἔχοντα. Τεκμήριον δὲ ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ