Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Εἰ μὲν γὰρ ἔχων αἰτεῖ, περιττῶς τοῦτο φανεῖται ποιῶν· εἰ δὲ μὴ ἔχων, δῆλος ἐντεῦθέν ἐστιν, οὐκ ὢν τοσοῦτος ὅσος ὁ χορηγὸς ὢν ἐξῄτει λαβεῖν. Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἂν δέοιτο δόξης ὁ τῆς δόξης Κύριος; τί δὲ ἐλλεῖπον, εἰπέ μοι, τῷ τελείῳ φανεῖται; Οὐ γὰρ ἀνέξεταί τις λεγόντων ὑμῶν ἀτελῆ κατά τι γοῦν ὑπάρχειν τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄλλως τε κἀκεῖνο λίαν ἀτοπώτατον ἐννοεῖν, ὅτι καθάπερ τις ἄνθρωπος ἐπὶ δόξαις ἡδόμενος καὶ ἐκ πάθους τοῦτο ποιῶν, οὕτως ἐστὶ καὶ ὁ 75.440 Υἱὸς δόξαν αἰτῶν παρὰ τοῦ Πατρός. Ἀλλ' ἔστι τις ἐν τούτῳ βαθὺς οἰκονομίας λογισμὸς καὶ τρόπος. ΑΛΛΟ. Συνθησόμεθα καὶ αὐτοὶ τῷ παροισθέντι ῥητῷ παρ' ὑμῶν, ὦ χριστομάχοι. Ἔφησε μὲν γὰρ ὁ Σωτὴρ ὁμολογουμένως· Πάτερ, δόξασόν σου τὸν Υἱόν. Ἀλλὰ πρὸς ταύτην αὐτοῦ τὴν φωνὴν ἀπεκρίνατο καὶ ὁ Πατὴρ, λέγων· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Εἰ τοίνυν δόξαν ὡς οἴεσθε τοιαύτην ὡς δόξης λειπόμενος ᾔτησεν ὁ Υἱὸς, ὑπέσχετο δὲ δοξάσειν αὐτὸν ὁ Πατὴρ, ὅτου δὴ χάριν ὕβρεις ἀκολουθοῦσι μετὰ τὴν αἴτησιν, καὶ τὰ παρὰ τῶν Ἰουδαίων ῥαπίσματα, καὶ στέφανος ἐξ ἀκανθῶν, καὶ ἐμπτύσματα; Ἐνταῦθα γὰρ οὐ δοξάσας αὐτὸν ὁ Πατὴρ φαίνεται, ἀλλὰ πᾶν τοὐναντίον ἐκβεβηκὼς οἷς ἤθελε καὶ ἐβούλετο λαβεῖν, κατὰ τὸν ὑμέτερον λόγον. Οὐκοῦν οὐχ ἑαυτῷ δόξαν ᾔτει παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς (ἀνενδεὴς γὰρ δόξης, καθὰ φύσει Θεὸς), ἀλλ' ἕλκει δι' ἑαυτοῦ τὴν παρὰ Πατρὸς δόξαν εἰς τὸ γένος τὸ ἀνθρώπινον. Πάντα γὰρ ἐν αὐτῷ καὶ δι' αὐτοῦ πεπλουτήκαμεν τὰ ἀγαθά. ΑΛΛΟ, ἑρμηνείαν ἔχον τοῦ ῥητοῦ. Οἱ τῶν ὀνομάτων ἀκριβεῖς ἐξετασταὶ, καὶ τὸ ἐξ ἑκάστου σημαινόμενον σαφῶς δοκιμάζοντες, τὸ τῆς δόξης ὄνομα νοοῦσι διχῶς. Πῆ μὲν γὰρ ἐπὶ τιμῆς αὐτὸ λαμβάνειν ὑπειλήφασι δεῖν, πῆ δὲ πάλιν ἐπὶ τῆς γνώσεως τάττουσιν· ὥσπερ ἂν εἴ τις λέγοι, τί ἄν τις δοξάσαι περὶ τοῦ ἡλίου τυχὸν, ἢ περί τινος ἑτέρου στοιχείου, πότερον γενητὰ ταῦτα ἢ ἀγένητα; ἐρεῖ γοῦν πάντως ὁ δοξάζων ὀρθῶς, ὡς εἴη γενητά. Οὐκοῦν καὶ ἡ περί τι τῶν ὄντων γνῶσις, δόξα καλεῖται παρὰ τοῖς ταῦτα σοφοῖς. Ὅταν οὖν εὑρίσκηται λέγων ὁ Υἱός· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ, νοεῖν ἀκόλουθον τοιῶσδε τὸ λεγόμενον· ἐπειδήπερ, φησὶν, ὦ Πάτερ, ἄνθρωπος δι' οἰκονομίαν γεγονὼς, αὐτὸ δὴ τοῦτο νομίζομαι μόνον ὅπερ ὁρῶμαι, καὶ οὐ πολλοῖς προαιώνιος ὢν Υἱὸς γινώσκομαι, δόξασόν με, ἀντὶ τοῦ, Φανέρωσόν με, τοιαύτην ἐνθεὶς περὶ ἐμοῦ γνῶσιν τοῖς ἀνθρώποις, ὁποίαν ἂν δέχοιντο περὶ ἐμοῦ, καὶ πρὶν γενέσθαι τὸν κόσμον ὑπάρχειν ἀκούοντες, Θεὸν δηλαδὴ κατὰ φύσιν, φῶς ἐκ φωτὸς, ἀλήθειαν ἐξ ἀληθινοῦ προελθόντα Πατρός. Γνωσόμεθα δὲ τοῦτο μάλιστα διὰ τῆς ἐπαγωγῆς. ∆όξασόν με γὰρ, φησὶν, ἀντὶ τοῦ, Φανερόν με κατάστησον, ἐπειδή σου κἀγὼ τὸ ὄνομα πεφανέρωκα τοῖς ἀνθρώποις. Εἰ τοίνυν ὅπερ πεποίηκε γενέσθαι βούλεται, ἐδόξασε δὲ τὸν Πατέρα φανερώσας αὐτὸν τοῖς ἀνθρώποις, δοξάζεσθαι βούλεται καὶ αὐτὸς, φανερὸς ὑπὸ τοῦ Πατρὸς τοῖς ἀνθρώποις γινόμενος. Καὶ περιττὸς τῶν χριστομάχων ὁ λόγος, τιμῆς ἤτοι δόξης ἐνδεᾶ τὸν Υἱὸν εἰσφέρων. ΑΛΛΟ. Εἰ δόξης εἶναι καὶ τιμῆς ἐνδεᾶ φατε τὸν Υἱὸν, διά τε τοῦτο παρὰ τοῦ Πατρὸς δοξάζεσθαι ζητεῖν, καὶ ἐν 75.441 τεῦθεν ὑμῖν τὸ τῆς ἀνομοιότητος ἔγκλημα πλέκεται, λέγετε δὴ πάλιν, πῶς ὁ Πατὴρ ἐν Υἱῷ θεωρεῖται; Εἰ γὰρ χρῄζει δόξης ὁ Υἱὸς, οὐκ ὄντος τοῦ Πατρὸς, πῶς τὸ δόξης μὴ δεόμενον, ἐν δεομένῳ καθ' ὑμᾶς ὀφθήσεται· ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Σωτήρ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ Πατὴρ, ἵνα φαίνηται καὶ ἐν αὐτῷ. Οὐ γὰρ ἂν ἀπαραλλάκτως ἐν ἑαυτῷ δείξειε τὸν Πατέρα, μὴ τοῦτο ὢν καὶ κατὰ τὴν δόξαν, ὅπερ ἐκεῖνός ἐστιν. ΑΛΛΟ. Εἰ δόξης ἐστὶν ἐνδεὴς ὁ Υἱὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα φανεῖται. Οὐ γὰρ ἂν εἴη τὸ ἐνδεές τινος τῷ παντελείῳ ταυτόν. Εἰ δὲ ἀληθεύει λέγων ὁ Σωτήρ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἔσται τέλειος ὥσπερ καὶ ὁ Πατὴρ, πρὸς ὅν ἐστιν ἕν. Εἰ δὲ τοῦτο, τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν. ΛΟΓΟΣ ΛΑʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν πλέον ἡμῶν