οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
προσώπου ἀλ λοφύλων. Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ· Μὴ παρασιωπήσῃς ὑφ' ἡμῶν τοῦ μὴ βοᾷν πρὸς Κύ ριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων. Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀν ήνεγκεν αὐτὸν εἰς ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ, καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος· καὶ ἦν Σα μουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ. Καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πρὸς τοὺς ἀλλοφύλους· καὶ συνήχθησαν, καὶ ἔπεσον ἐν ώπιον Ἰσραήλ." Ὅτι μὲν οὖν χρῆμά τί ἐστιν οὐκ ἀκερδὲς, καὶ παρά γε τοῖς ἀρτίοις τὴν φρένα τεθαυ μασμένον ἡ νηστεία, συνθεούσης αὐτῇ καὶ προσευ χῆς, δέδεικται σαφῶς καὶ διὰ τῶν ἥδη προειρημένων, οὐχ ἥκιστα δὲ διὰ τοῦ παροισθέντος ἡμῖν ἀρτίως διηγήματος. Ἐπῄεσαν μὲν γὰρ οἱ πάλαι νικῶντες τὸν Ἰσραὴλ, αὐτίκα δὴ μάλα καὶ ἀμοχθεὶ, τοὺς ἀντ εξάγειν ἐθέλοντας αἱρήσειν ὑπειληφότες. Ἀλλ' ἥττηνται καὶ πεπτώκασιν, οὐ πληθὺν εὑρόντες ἐμπειροπόλεμον, καὶ ἐν εἰδήσει τῶν τακτικῶν, οὐ πεζόμαχον ὁπλίτην, οὐ παράταξιν ἱππικὴν, ἄμαχον δὲ τὴν ἀντίστασιν ἐπικουροῦντος Θεοῦ· κατεβρόντησε γὰρ αὐτῶν δεινὸν καὶ ἐξαίσιον ὁ οὐρανὸς, καὶ οἱ μὲν 77.813 πάλιν φυσῶντες μέγα συντεθραυσμένοι τοῖς δήμα σιν, ἐτράποντο πρὸς φυγήν. Οἱ δὲ ἦσαν τῶν κρα τούντων ἀμείνους διὰ νηστείας καὶ προσευχῆς. δʹ. Φέρε δὴ, εἰ δοκεῖ, πολυπραγμονῶμεν ἐπὶ καιροῦ, τίς δὴ ἄρα γέγονεν αὐτοῖς τῆς θυσίας ὁ τρόπος. Εὑρή σομεν γὰρ ἐν Χριστῷ σεσωσμένους καὶ νενικηκότας, εἰ καὶ ἐν τύποις ἔτι καὶ αἰνίγμασι τὸ δρώμενον ἦν, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ὑποφαίνων ἀστείως. "Συνήχθη τοίνυν, φησὶ, ὁ λαὸς εἰς Μαση φὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυ ρίου ἐπὶ τὴν γῆν." Εἶτα τί τοῦτό ἐστι; φαίη τις ἂν εἰκότως, ἢ ποίας ἂν ἔχοι θυσίας δύναμιν, ἢ τί πεπράχασι τῶν ἀρεσκόντων Θεῷ; Ὁ νόμος μὲν γὰρ ὁ διὰ Μωσέως βουθυτεῖν ἐκέλευε, τρυγόνας τε καὶ ἀφιεροῦν τῷ Θεῷ καὶ περιστερὰς, προστέταχε δὲ οὐδαμῶς θυσίας ποιεῖσθαι τρόπον τὸ δεῖν ὕδωρ ἐπι χέαι τῇ γῇ. Τί οὖν οἱ πάλαι δεδράκασι, καὶ σὺν αὐ τοῖς ὁ προφήτης, καίτοι τῶν ἱερῶν καὶ θείων θε σπισμάτων ἀξιόκτητον ἐν ἑαυτῷ συνειλοχὼς τὴν γνῶσιν; Φαμὲν οὖν ὅτι προφήτης ὑπάρχων, ἔμπλεώ τε τὸν νοῦν τοῦ ἁγίου Πνεύματος ἔχων, ἔγνω που πάντως τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ σεπτὸν καὶ μέγα μυστήριον· διελογίζετο δὲ ὅτι σώ ζειν δύναται τοὺς κινδυνεύοντας καὶ αὐτὸς τῆς ἀληθείας ὁ τύπος, καταγράφων ὥσπερ ἐφ' ἑαυτῷ τῆς διὰ Χριστοῦ σωτηρίας τὴν δύναμιν. Πῶς οὖν ἄρα τὸ ἀληθὲς ὡς ἐν σκιαῖς διεπράττετο, φέρε λέγωμεν ὡς ἔνι. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καθίκετο μὲν οὖν εἰς ἑκούσιον κένωσιν, γέγονε δὲ καθ' ἡμᾶς, τουτέστιν, ἄνθρωπος, οὐ τροπὴν ὑπο μείνας τὴν ἀπό γε τῆς ἰδίας φύσεως εἰς σάρκα τὴν ἀπὸ γῆς· ἐρήρεισται γὰρ ἡ Θεοῦ φύσις ἐν ἰδίοις ἀγαθοῖς· ἀλλ' ὅτι τὸ γήϊνον ἠμπέχετο σῶμα ἡμῶν, ψυχὴν ἔχον τὴν λογικήν. Τοῦτο τοῖς ἀρχαιοτέροις ὁ προφήτης Σαμουὴλ, ὡς ἐν ὕδασι γράφων, ὕδωρ ἐπ ηφίει τῇ γῇ. Σύμβολον δὲ ζωῆς μὲν, τὸ ὕδωρ· σαρκὸς δὲ, ἡ γῆ. Γέγονε δὲ σὰρξ ὁ Λόγος, κατὰ τὴν τοῦ θεηγόρου Ἰωάννου φωνὴν, καὶ συνδεδραμήκασι πρὸς ἕνωσιν ἀποῤῥήτως τε ἅμα καὶ ὡς οὐκ ἔστι νοεῖν, θεότης τε ἡ ζωοποιὸς, καὶ ἡ ἐκ γῆς ἀνθρωπότης· οὕτω τε νοοῦμεν ἕνα λοιπὸν ἐξ ἀμφοῖν τὸν Ἐμμα νουὴλ, οὔτε τῶν τῆς θεότητος ὅρων ἐκπεφοιτηκότα διὰ τὴν πρόσληψιν τῆς σαρκὸς, οὔτε μὴν τὸ γενέσθαι καθ' ἡμᾶς διαπτύσαντα, διὰ τὴν ἔμφυτον ἡμερότητα, καὶ τὴν ἐκ τοῦ πράγματος σοφωτάτην οἰκονομίαν. Ἐπειδὴ γὰρ ἔμελλε τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑποστῆναι θάνατον, δῆλον δὲ ὅτι τὸν κατὰ σάρκα, ἵνα καὶ ἐγερθεὶς ἐκ νεκρῶν τὸ τοῦ θανάτου πατήσῃ κράτος, ὡς ζωὴ καὶ Θεὸς, ἴδιον ἐποιήσατο σῶμα τὸ ἀποθνήσκειν εἰδὸς, τουτέστι τὸ ἀνθρώπινον, ἤτοι τὴν σάρκα, ἵνα καὶ δι' αὐτῆς τὴν πάλαι δυσάντητον καταργήσας φθορὰν, τὴν ἀνθρώπου φύσιν ἀνακομίσῃ πρὸς ζωήν. Ἐγήγερται γὰρ οὐ τῇ ἰδίᾳ φύσει, καθὸ νοεῖται καὶ ἔστι Θεὸς, κατορθῶν τὴν ἀνάστασιν, ἀλλ' ἵν' ἡμεῖς ἐν αὐτῷ