Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἐπίσταται· ἀλλ' ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς ἀπαραλλάκτως. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἀγένητός ἐστιν, φασὶν, ἡ τοῦ Θεοῦ σοφία, καὶ τοῦτό ἐστι τὸ εἶναι αὐτῇ. Οὐκοῦν ὁ γινώσκων ὅτιπερ τοῦτο εἴη Θεὸς, εἴσεται πάντως αὐτόν. Οἶδε δὲ καὶ αὐτὸς ἑαυτὸν ἀγένητον. Οὐδὲν οὖν τὸ παραλλάττον, αὐτοῦ μὲν περὶ ἑαυτοῦ τοῦτο δοξάζοντος, ἡμῶν δὲ αὖ πάλιν οὕτως ἔχειν αὐτὸν πιστευόντων. Πρὸς τοῦτο λύσις. Γέλως μὲν ὄντως τὰ τοιαῦτα καὶ μωρία πολλὴ, μᾶλλον δὲ μανίας ἁπάσης ἐπέκεινα χωρεῖ τοῖς οὕτω διακειμένοις ὁ νοῦς. Ἄνθρωποι γὰρ ὄντες, καὶ τοσοῦτον καταβεβηκότες τὴν θείαν οὐσίαν, ὅσον αὐτῶν ὑπερέχει, τὸν αὐτὸν ἔχειν ἐκείνῃ φαντάζονται νοῦν, εἴ γε δεῖ καὶ τοῦτο λέγειν ἐπὶ Θεοῦ· οὐ γὰρ ἤκουσαν, ὡς εἰκὸς, Ἡσαΐου λέγοντος· Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔγνω νοῦν Κυρίου; Λεγόντων τοιγαροῦν ἡμῖν οἱ τὴν ἀμέτρητον καὶ ἀκατάληπτον τοῦ Θεοῦ φύσιν ἀνθρωπίνοις μετρεῖν ἐπιχειροῦντες λογισμοῖς, ὥσπερ οἱ τὸν οὐρανὸν σπιθαμῇ· τί ποτε ἄρα φήσουσιν ἀντερωτώμενοι παρ' ἡμῶν, πότερόν ποτε κατὰ τὴν ἑαυτῶν ἐπιχείρησιν, ἐν τῷ ἀγενήτῳ εἶναι τὸν Θεόν· καὶ αὐτὸ δὴ τοῦτο τὴν ἄῤῥητον οὐσίαν δηλοῦν, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀρνήσονται, οἴχεται σύμπαν αὐτοῖς τὸ κατασκεύασμα, καὶ ἡ σοφὴ πρότασις ὡς ἕωλος εὑρεθήσεται, αὐτῶν ὅπερ ἔθεντο παραιτουμένων εἰπεῖν. Εἰ δὲ κρατύνειν οἴονται δεῖν τὸ κατασκεύασμα, καὶ οὕτω ληροῦντες ἐλεγχθήσονται. Οὐ γὰρ ἐπειδήπερ ἀγενήτως εἶναι δεῖ τὸν Θεὸν, διὰ τοῦτο πάντως καὶ ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχει. Ὅμοιον γὰρ, ὡς εἴ τις λέγοι· Ἐπειδὴ πᾶς 75.444 ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττὸς, ἐν τούτοις τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἀριθμὸς ἀναγκαίως ἐκ μονάδος σύγκειται, ἐν τῇ μονάδι τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἄνθρωπος ἐν τῷ εἶναι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οὐκ αὐτὸς ὑπάρξει καθ' ἑαυτὸν ὁ ἄνθρωπος, ἀλλ' ἐν τούτοις τὸ εἶναι ἕξει. Καὶ πάλιν· Ἐπειδήπερ πᾶς ἄνθρωπος ἄπτερός ἐστιν, ἐν τῷ ἄπτερος εἶναι τὸ εἶναι ἔχει. Ἀλλ' ἔστι γελοῖον τὰ τοιαῦτα καὶ μόνον ἐννοεῖν. Ἐπειδὴ γὰρ ἄνθρωπος, διὰ τοῦτο καὶ ζῶον λογικὸν, θνητόν· καὶ ἐπειδὴ ἄνθρωπος, διὰ τοῦτο ἄπτερος· καὶ ἐπειδήπερ ἀριθμὸς, διὰ τοῦτο ἐν τῷ περιττῷ καὶ ἀρτίῳ γίνεται. Οὐκοῦν ὑποκειμένης τῆς οὐσίας, πάντα λέγεται τὰ ἐπ' αὐτῇ κατηγορούμενα, οὐκ ἀναιρεθείσης τῆς οὐσίας, ὡς ὅροι τὰ ἐπισυμβεβηκότα αὐταῖς λαμβάνονται. Εἰ τοίνυν καὶ ἡ ἀγένητος φωνὴ κατηγορεῖται τῆς τοῦ Θεοῦ οὐσίας, ὡς ἕν τι τῶν περὶ αὐτὸν, οὐκ αὐτὴ τυγχάνον τὸ γὰρ μὴ γενέσθαι δηλοῖ, οὐ μὲν τῷ ἀγενήτῳ τὸ ὑπάρχειν ἕξει Θεός· ἀλλ' ὢν καὶ ὑπάρχων, ἀγένητός ἐστιν. ΑΛΛΟ. Εἰ ὅπερ ἂν ὑπάρχοι μόνῳ τῷ Θεῷ, τοῦτο πάντως καὶ οὐσία ἔσται αὐτοῦ, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται. Πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ κατὰ φύσιν ὑπάρχει. Ἑτέρῳ δὲ τῶν ὄντων οὐδενὶ, καὶ βασιλεὺς, καὶ κύριος, καὶ ἄφθαρτος, καὶ ἀόρατος, καὶ πρὸς τούτοις ἕτερα μυρία περὶ αὐτοῦ λέγουσιν αἱ θεῖαι Γραφαί. Εἰ τοίνυν ἕκαστον τῶν αὐτῷ προσόντων, ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύνθετος ὁ ἁπλοῦς; Ὅπερ ἐστὶν ἐννοεῖν ἀτοπώτατον. Οὐκοῦν ἡ ἀγένητος φωνὴ, ἕν τι τῶν αὐτῷ προσόντων γνωρίζουσα, οὐκ ἔσται οὐσία, καὶ περιττὸν τὸ λέγειν ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχειν τὸν Θεόν. ΑΛΛΟ. Εἰ πᾶσα οὐσία τὸ τί ἐστι σημαίνει τὸ ὁριζόμενον οὐχὶ τί οὐκ ἔστιν (οὐ γὰρ ἄν τις εὐφρονῶν τὴν ἀνθρώπου φύσιν ὁριζόμενος λέγοι, ἄπτερος, οὐχὶ τετράπους, ἀλλὰ μᾶλλον ἐξ ὧν σημαίνεται κυριώτερον, καὶ ἐξ ὧν ἐστι, τουτέστι, ζῶον λογικὸν θνητὸν), ἡ δὲ ἀγένητος φωνὴ, οὐ τί ἐστι κατὰ φύσιν Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ μὴ γενητός ἐστι, σημαίνει), οὐκ ἃν εἴη οὐσία, οὐδὲ ἐν αὐτῷ τὸ εἶναι ἕξει Θεός. ΑΛΛΟ. Πᾶν ὅπερ ἂν κατηγοροῖτο κατά τινος, ὡς τὸ τί ἐστιν εὖ μάλα σημαῖνον· ἢ ὡς γένος, ἢ ὡς εἶδος, ἢ ὡς διαφορὰ, ἢ ὡς ὅρος ἔσται. ∆εῖ γὰρ πάντως ἓν εἶναι τῶν εἰρημένων. Ἡ τοίνυν ἀγένητος φωνὴ πῶς ἡμῖν τὴν θείαν οὐσίαν σημανεῖ; Λεγέτωσαν οἱ τὰς ἀμαθεῖς προτάσεις εἰσφέροντες· γένος μὲν γὰρ ἢ εἶδος οὐκ ἂν εἴη, κατὰ τὴν Ἀριστοτέλους τέχνην. Κατὰ πλειόνων γὰρ κατηγορεῖται τὰ γένη καὶ τὰ εἴδη·