1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

142

τὴν φροντίδα, προσλήψεται ἐργάτας εἰς τὸν θερισμόν. Ἐὰν οὖν εὕρωμεν τοιοῦτον, ὁμολογῶ πολλῶν ἀντάξιον εἶναι τὸν ἕνα καὶ ταῖς Ἐκκλησίαις λυσιτελέστερον καὶ ἡμῖν δὲ ἀκινδυνότερον οὕτως οἰκονομῆσαι τῶν ψυχῶν τὴν ἐπιμέλειαν. Ἐὰν δὲ τοῦτο μὴ ῥᾴδιον ᾖ, σπουδὴ γενέσθω ἡμῖν πρότερον ταῖς μικροπολιτείαις ἤτοι μητροκωμίαις ταῖς ἐκ παλαιοῦ ἐπισκόπων θρόνον ἐχούσαις δοῦναι τοὺς προϊσταμένους, καὶ τότε τὸν τῆς πόλεως ἀναστήσωμεν, μήποτε ἐμπόδιον ἡμῖν πρὸς τὴν μετὰ ταῦτα οἰκονομίαν γένηται ὁ προβαλλόμενος, καὶ εὐθὺς ἀρξώμεθα ἡμεῖς τοῖς οἴκοι πολεμεῖν διὰ τὸ πλειόνων βούλεσθαι ἄρχειν, καὶ μὴ καταδέχηται τὰς χειροτονίας τῶν ἐπισκόπων. Ἐὰν δὲ τοῦτο βαρὺ ᾖ καὶ ὁ χρόνος μὴ ἐπιτρέπῃ, ἐκεῖνο σπουδα σάτω ἡ σὴ σύνεσις, τοῦ ποιῆσαι περιγράψαι τῷ Ἰσαύρῳ τὸν ἴδιον κύκλον διὰ τὸ χειροτονῆσαι αὐτὸν προσοίκους τινάς. Τὸ δὲ ἐφεξῆς ἡμῖν ὑπάρξει τεταμιευμένον, εἰς τὸ κατὰ τὸν προσήκοντα καιρὸν δοῦναι πᾶσι τοῖς λοιποῖς ἐπισκόπους οὓς ἂν κυριωτέρους εἶναι κρίνωμεν αὐτοὶ διὰ πολλῆς ἐξετάσεως δοκιμάσαντες. 190.2 Ἠρωτήσαμεν Γεώργιον, ὡς ἐκέλευσεν ἡ θεοσέβειά σου, καὶ εἶπεν ἃ καὶ ἡ σὴ εὐλάβεια ἀνήνεγκεν, ἐφ' οἷς ἀνάγκη ἡμᾶς τὴν ἡσυχίαν ἄγειν ἐπιρρίψαντας ἐπὶ Κύριον τὴν μέριμναν τοῦ οἴκου. Πιστεύω γὰρ τῷ ἁγίῳ Θεῷ ὅτι δώσει σύνεσιν πρὸς τὸ ἑτέρῳ τρόπῳ ἐξελέσθαι τῶν ἀναγκῶν καὶ ἡμῖν ἄλυπον τὴν ζωὴν προξενῆσαι. Ἐὰν οὖν οὐ δοκῇ τοῦτο, αὐτὸς καταξίωσον ὑπομνηστικόν μοι ἀποστεῖλαι περὶ τίνος χρὴ ἀξιώματος σπουδὴν εἰσενέγκασθαι, ἵνα ἀρξώμεθα αἰτεῖν ἕκαστον τῶν ἐν δυνάμει φίλων τὴν χάριν ταύτην εἴτε προῖκα εἴτε καὶ μετρίου τιμήματος, ὡς ἂν ἡμᾶς ὁ Κύριος εὐοδώσῃ. Ἐπέστειλα τῷ ἀδελφῷ Οὐαλερίῳ, ὡς προσέταξας. Τὰ Νύσσης πράγματα ὅμοιά ἐστι τοῖς παρὰ τῆς σῆς θεοσεβείας καταλειφθεῖσι καὶ προκόπτει ἐπὶ τὸ βέλτιον τῇ συνεργίᾳ τῶν σῶν προσευχῶν. Οἱ μέντοι τότε ἀπορραγέντες ἡμῶν οἱ μὲν ἀπῆλθον ἐπὶ τὸ στρατόπεδον, οἱ δὲ μένουσι τὴν ἐκεῖθεν ἀναμένοντες φήμην. ∆υνατὸς δὲ ὁ Κύριος καὶ τούτων ματαιῶσαι τὰς ἐλπίδας κἀκείνοις ἄπρακτον τὴν ἐπάνοδον ποιῆσαι 190.3 Τὸ μάννα ὁ Φίλων ἑρμηνεύων ἔφη, ὥσπερ ἐκ παρα δόσεώς τινος Ἰουδαϊκῆς δεδιδαγμένος, τοιαύτην αὐτοῦ εἶναι τὴν ποιότητα ὥστε κατὰ τὴν φαντασίαν τοῦ ἐσθίον τος μετακίρνασθαι, καὶ εἶναι μὲν καθ' ἑαυτὸ οἱονεὶ κέγχρον ἑψημένον ἐν μέλιτι, παρέχειν δὲ νῦν μὲν ἄρτου, νῦν δὲ κρέως καὶ κρέως τοιοῦδε ἢ πετεινοῦ ἢ χερσαίου, νῦν δὲ λαχάνου καὶ λαχάνου τοῦ κατὰ τὴν ἐπιθυμίαν ἑκάστου, καὶ ἰχθύος, ὡς τὸ ἰδίωμα τῆς καθ' ἕκαστον γένος ποιότητος ἀκριβῶς ἐν τῇ γεύσει τοῦ ἐσθίοντος διασώζεσθαι. Ἅρματα ἀναβάτας τριστάτας ἔχοντα οἶδεν ἡ Γραφή, διὰ τὸ τῶν λοιπῶν ἁρμάτων δύο εἶναι τοὺς ἐπιβάτας, τόν τε ἡνίοχον καὶ τὸν ὁπλίτην· τὰ δὲ τοῦ Φαραῶ δύο μὲν εἶχε τοὺς πολεμοῦντας, ἕνα δὲ τὸν τὰς ἡνίας τῶν ἵππων ἔχοντα. Σύμπιος ἡμῖν ἐπέστειλε θεραπευτικὴν ἐπιστολὴν καὶ κοινωνικήν, ᾧ ἡμεῖς ἀντιγράψαντες ἐπέμψαμεν τῇ εὐλα βείᾳ σου τὰ γράμματα, ἵνα ἄγαν ἐγκρίνας κελεύσῃς αὐτῷ ἀποσταλῆναι δηλονότι μετὰ προσθήκης καὶ σῶν γραμμά των. Ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ Ἁγίου φιλανθρωπίᾳ.

191.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

191.1 Ἐντυχόντες τοῖς γράμμασι τῆς εὐλαβείας σου πολλὴν τῷ Θεῷ τὴν

χάριν ἔσχομεν, ὅτι ἀρχαίας ἀγάπης ἴχνη εὕρομεν ἐν τοῖς ῥήμασι τῆς ἐπιστολῆς· ὅς γε οὐκ ἔπαθες τὸ τῶν πολλῶν οὐδὲ φιλονείκως ἔσχες πρὸς τὸ μὴ καὶ αὐτὸς κατάρξαι τῆς ἀγαπητικῆς ὁμιλίας, ἀλλ' ὡς πεπαι δευμένος τὸ ἐκ ταπεινοφροσύνης μεγαλεῖον περιγινόμενον τοῖς ἁγίοις, οὕτως εἵλου διὰ τῶν δευτερείων ἔμπροσθεν ἡμῶν ἀποφανθῆναι. Καὶ γὰρ οὗτος νόμος τῆς ἐν χριστια νοῖς νίκης καὶ ὁ ἔλαττον ἔχειν