οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
σόφῳ Μωσεῖ· "Καὶ λήψῃ ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς αὐτὸ ἐπὶ τὴν γῆν·" ποταμῷ μὲν γὰρ, ὡς ἔφην, παρεικαστέον εὖ μάλα τὴν τοῦ Πατρὸς φύσιν, ὕδατί γε μὴν τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον Υἱόν. Τοῦτο δὴ τὸ ὕδωρ τὸ ἐκ τοῦ ποταμοῦ μέμικται τῇ γῇ· "Γέγονε γὰρ σὰρξ ὁ Λόγος" καθ' ἕνωσιν οἰκονομικήν. Ὅτι δὲ ἅπαξ γενόμενος ἄνθρωπος, πάντη τε καὶ πάντως ἔμελλεν ὑπὲρ ἡμῶν καὶ τεθνά ναι σαρκικῶς, ὑπέφηνεν εἰπών· "Καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ." Σημαίνει δὲ ἡμῖν ἕτερον οὐδὲν ἐν τούτοις τὸ αἷμα, πλὴν ὅτι τὸν θάνατον. Ἕως μὲν γὰρ οὔπω σὰρξ ἦν ὁ Λόγος, οὐ γέγονεν αἷμα· θανάτου γὰρ ἐπέκεινα παντελῶς ἡ ζῶσά τε καὶ ζωοποιός ἐστι φύ σις. Ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς, τότε δὴ, τότε τὸν τῆς ἰδίας σαρκὸς οἰκειοῦται θάνατον, καὶ ὡς αὐτὸς ὑπὲρ ἡμῶν τε τεθνάναι λέγεται, αἵματί τε τῷ ἰδίῳ κατακτήσασθαι τὴν ὑπ' οὐρανὸν, ἰδίαν μὲν οὖσαν ἀεί· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν ὅλων δημιουργός· ἀποσκιρτήσασαν δὲ διὰ μέσου, διά τοι τὸ λίαν ἀπο νεῦσαι πρὸς ἁμαρτίας, καὶ προσκυνεῖν ἑλέσθαι τῇ κτίσει, καὶ τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτειν τὸ σέβας. Τὰ μὲν Ἑλλήνων ἐν τούτοις. Ἰουδαῖοι δὲ τὸ διὰ Μωσέως τεθεσπισμένον ὀλίγα πεφροντικότες, ἐτράποντο πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων, 77.820 καὶ ᾗ φησιν ὁ θεσπέσιος ∆αβίδ· "Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός." Ταύτης ἕνεκα τῆς αἰτίας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐπεφάνη μετὰ σαρκὸς, "καὶ τοῖς ἀνθρώποις συνανεστράφη," καθὰ γέγραπται, δι εκήρυξέ τε τῷ Ἰσραὴλ, καὶ πρό γε τῶν ἄλλων, τὰ εἰς σωτηρίαν καὶ ζωήν· ἀλλ', ᾗ φησιν ὁ μακάριος Ἰωάννης, "Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον." Προσήκαντο γὰρ οὐδαμῶς τὸν τῶν ὅλων Σωτῆρα, διατετελέκασι δὲ μᾶλλον ἐμπαροι νοῦντες αὐτῷ, καὶ πάντα τρόπον ἀνοσιότητος ἀγρίως ἐπιτηδεύοντες· καθήκοντο δὲ πρὸς τοῦτο μανίας, ὥστε καὶ σταυρῷ προσηλῶσαι τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ νομίσαι δύνασθαι θανάτῳ νικᾷν τὸν θανάτου κρείττονα. Ἀνεβίω γὰρ τριήμερος κενώσας τὸν ᾄδην, καὶ τοῖς κάτω πνεύμασιν ἀνεὶς τοῦ θανάτου τὰς πύλας, ὁδὸς δὲ καὶ θύρα καὶ ἀπαρχὴ γεγονὼς τῇ ἀνθρώπου φύσει πρὸς ἀφθαρσίαν, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ ἔστιν ὁμόθρονος αὐτῷ, καὶ συγκατάρχει τῶν ὅλων· ἥξει δὲ κατὰ καιροὺς, "ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ," καθὰ γέγραπται. Οὐκοῦν ἐπειδήπερ, καθά φησιν ὁ σοφώτατος Παῦλος, "τοὺς πάντας ἡμᾶς δεῖ φανερω θῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον·" νηστεύσωμεν καθαρῶς, πάντα τρόπον ἁμαρτίας παρωθούμενοι, καὶ πᾶν εἶδος ἀκαθαρσίας τῆς ἑαυτῶν διανοίας ἐκπέμποντες· γι νώμεθα δὲ πρὸς τούτοις χρηστοὶ, φιλάλληλοι, φιλ οικτίρμονες, ἐλεοῦντες ὀρφανοὺς, ἐπαμύνοντες χή ραις, τοῖς ἐν ἀῤῥωστίαις συγκαθιστάμενοι, τοῖς ἐν δεσμοῖς συναλγοῦντες, καὶ ἁπαξαπλῶς, πάντα τρό πον ἐπιεικείας ἀποπεραίνειν σπουδάζοντες. Οὕτω γὰρ, οὕτω λαμπρῷ καὶ θεοφιλεῖ διαπρέποντες βίῳ, καθαρῶς ἑορτάσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρίτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης καὶ εἰκάδος τοῦ Φαρμουθὶ μηνός· περι λύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ τοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὸ εὐαγγελικὸν ῥητόν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετάρτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ ΙΘʹ. Πρόλογος.