οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἐπὶ μικροῖς σιτίοις πολλοὺς καὶ μεγάλους τοὺς δαιτυμόνας
συναγηγερμένους ὁρῶ· καὶ δέδια μὲν, οὐκ ἔχων ἀρκέσαι· πλὴν ἄγαμαι τῆς φιλομαθείας, 77.821 καὶ τὸ ἡττᾶσθαι λόγων ὑμᾶς, κἂν εἰ μὴ γίνοιντο λαμπρῶς, ἐπαινέσας ἔχω. Ἐπειδὴ δὲ εἰσκέκλησθε, δότε δὴ, δότε συγγνώμην, εἰ καθ' ὑμᾶς οἱ λόγοι μὴ βασανίζοντες. αʹ. Ἐπὶ καιροῦ δὴ πάλιν τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας τοῖς ἀρχαιοτέροις ὑμνούμενον, καὶ πρὸς ὑμᾶς αὐτοὺς παρ' ἡμῶν εἰρήσεται· "Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε ἐν φωνῇ ἀγαλλιάσεως," τουτέστι, τὰς ἐπινικίους ᾠδὰς προσκομίζωμεν τῷ Χριστῷ. "Νενίκηκε γὰρ ὑπὲρ ἡμῶν τὸν κόσμον," κα θάπερ ἀμέλει φησὶ αὐτὸς, καὶ "τεθριάμβευκεν ἀρχὰς, ἐξουσίας, κυριότητας, καὶ τοὺς κοσμοκράτο ρας τοῦ σκότους τούτου, τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις." Οὕτω τε πάντας ἐξείλετο τῆς ἐκείνων σκαιότητος, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀπήλλαξε, "προσηλώσας τῷ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον·" ἵν' ἐπ' αὐτῷ δὴ τούτῳ χαίροντες, λέγωμεν· "Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾄδη, τὸ νίκος; Τὸ δὲ κέντρον τοῦ θανάτου, ἡ ἁμαρ τία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος." Ἐξῃρή μεθα δὲ διὰ Χριστοῦ καὶ τῆς ἐν νόμῳ ποινῆς. Καὶ μαρτυρήσει γράφων ὁ θεσπέσιος Παῦλος· "Ἁμαρ τία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν." Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης, "Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν," αἵματι τῷ ἰδίῳ κατακτώμενος τὴν ὑπ' οὐρανὸν, "ἵν' οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶ σιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι." Ζήσομεν δὲ αὐτῷ, τὰ αὐτῷ θυμήρη φρονεῖν τε καὶ δρᾷν ὅτι μάλιστα διεσπουδακότες, καὶ τοῖς εὐαγγελι κοῖς θεσπίσμασι κατακολουθεῖν ᾑρημένοι. Καιρὸς μὲν οὖν ἅπας τοῖς τῶν ἀρίστων ἐπιτηδευμάτων ἐπιμεληταῖς πρέπων τε καὶ ἐπιτήδειος εἴη ἂν, καθ άπερ ἐγᾦμαι, πρός γε τὸ δύνασθαι πληροῦν τὴν σω τήριον ἐντολὴν, μάλιστα δὲ ὁ παρών· μονονουχὶ γὰρ διακέκραγε τὸ διὰ τῆς προφήτου φωνῆς· "Ἐξαπο στείλατε δρέπανα, ὅτι παρέστηκε τρυγητός· εἰσπο ρεύεσθε, πατηταὶ, διότι πλήρης ἡ ληνὸς, ὑπερχεῖται τὰ ὑπολήνια." ∆εῖν γὰρ ἔγωγέ φημι καὶ λίαν ἐσπου δασμένως ἐπιδράττεσθαι τῶν καιρῶν τοὺς, οἵπερ ἂν εἶεν τῶν πρακτέων ἡμῖν σοφοί τε καὶ ἀκριβεῖς ἐπιστήμονες, καὶ βασανίζειν εἰδότες τὸ ὅτι μάλιστα σφίσι τε αὐτοῖς, καὶ μὴν καὶ ἑτέροις τελοῦν εἰς ὄνησιν. Οἷόν τί φημι· Λέλυται τοῦ χειμῶνος τὸ κατ ηφὲς, ὧραι λοιπὸν ἀνίσχουσιν ἠριναὶ, κομᾷ τοῖς ἀστά χυσι τὰ τῶν ληΐων ἐξαίρετα, οἱ δὲ μυρίοι τε ὅσοι καὶ συχνοὶ ταῖς ἀρούραις ἐπικυμαίνουσι· τότε δὴ, τότε λοιπὸν ὀκνείτω μηδεὶς τῶν ἀποκείρειν εἰδότων. Εἰσκομίζοντος δὲ τοῦ καιροῦ τοῖς φιλεργεῖν εἰωθόσι τὸ ὧν ἂν βούλοιντο τυχεῖν, οἰχέσθω τὸ ῥᾴθυμον, καὶ τοῦ παντὸς ἀξιούσθω λόγου τὸ ἄϋπνόν τε καὶ τληπα θές. Περιέσται γὰρ οὕτω καὶ οὐχ ἑτέρως αὐτοῖς καὶ τὸ δεῖν ἐπαίνου παντὸς πλουσίως μεταλαχεῖν. Οὐκοῦν ἐπειδήπερ "Τὸ πάσχα ἡμῶν ἐτύθη Χριστὸς," καθὰ 77.824 καὶ ἡμῖν αὐτὸς ὁ σοφώτατος διαμαρτύρεται Παῦλος, "καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν δὲ καὶ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ," ἵνα μὴ ἀνίπτοις χειρσὶ τῶν ἱερῶν ἁπτόμενοι, καὶ τὸ θεῖον αὐτοῦ μυστήριον ἀτημελῶς ἀτιμάζοντες, τὴν τοῖς ἀνοσίοις πρέπουσαν κόλασιν αὐτοὶ ταῖς ἰδίαις ἐπαντλήσωμεν κεφαλαῖς. Ἐπιστέλ λει γάρ τοι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τοῦτο δρᾷν εἰωθόσι· "∆ιὰ τοῦτο ἐν ἡμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν." Οὐκοῦν ἐκ τῶν ἱερῶν Γραμ μάτων, τὰ εἴς γε τουτὶ τελοῦντα συλλέγοντες, ἵνα χρὴ τρόπον ἁγίως τε καὶ παναγίως ἡμᾶς ἑορτά ζοντας, εἰς μετάληψιν ἰέναι τότε τὴν πνευματικὴν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, φέρε δὴ, φέρε λέγωμεν. βʹ. Τεθύκασιν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν, παιδαγω γοῦντος Μωσέως, οἱ ἐξ αἵματος Ἰσραήλ. Προσετάτ τοντό γε μὴν