Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἕτερον, ὅτι μὴ ταῖς αὐταῖς ἐννοίαις, ἀλλ' ἑτέραις τισὶν ἐπί τι τῶν ζητουμένων βαδίζει. Οἷον φέρε εἰπεῖν, ἔστωσαν δύο τινὲς ἐρωτώμενοι, εἰ ταυτόν ἐστι τῷ ἀνθρώπῳ ὁ ἵππος, καὶ ὁ μὲν ἀποκρινέσθω μὴ εἶναι ταυτὸν, ἐπεὶ πᾶς ἄνθρωπος γελαστικὸν, ὁ δὲ ἵππος οὐ τοῦτο· ὁ δὲ ἕτερος λεγέτω, Οὐ ταυτὸν ἵππῳ ὁ ἄνθρωπος, ἐπειδήπερ τὸ χρεμετιστικὸν τῆς οὐσίας αὐτοῦ οὐ κατηγορεῖται. Ἆρ' οὖν οὐκ ἀληθεύσουσιν 75.452 ἀμφότεροι, καὶ λόγον ἀποδώσουσιν ὀρθὸν, εἰ καὶ μὴ ταῖς αὐταῖς ἐννοίαις ἐχρήσαντο; ∆υνατοῦ τοιγαροῦν ὄντος διαφόρως μὲν δοξάζειν περί τι τῶν ὄντων, μὴ ψευδῶς δὲ μηδὲ διεστραμμένως, τί κωλύσει Θεὸν μὲν ἑαυτὸν εἰδέναι τελείως ὅπερ ἐστὶν κατ' οὐσίαν· ἡμᾶς δὲ ἀνθρώπους ὄντας ἔλαττόν τε νοοῦντας αὐτοῦ, μὴ πάντως καὶ διεψευσμένας ἔχειν τὰς δόξας; ΑΛΛΟ. Εἰ παντὶ λογικῷ τὴν ἐνυπάρχουσαν αὐτῷ γνῶσιν ὁρῶμεν τῇ τοῦ γένους διαφορᾷ συμμεμετρημένην, ὡς ἑτέραν μὲν εἶναι πιστεύειν ἐν ἀγγέλοις, μείζονα δὲ ἐν ἀρχαγγέλοις, καὶ ἔτι ταύτης ὑπερέχουσαν ἐν ταῖς ἀνωτέρω δυνάμεσι· συμμεμέτρηται τοίνυν καὶ ἀνθρώπου γνῶσις ἐλάττων οὖσα τῆς τῶν εἰρημένων. Πῶς οὖν ὁμοίως δοξάσει Θεῷ ὁ μὴ τοσοῦτος εἰς νοῦν, ὅσον ἂν εἶναί τις δοίη τὸν ἄγγελον, ὁμολογουμένου δήπουθεν ὅτιπερ ἡ Θεοῦ γνῶσις ὑπερέχει πάντα νοῦν, καὶ πᾶσαν κατάληψιν ἀναβήσεται; ΑΛΛΟ Πολλὰ τῶν ὀνομάτων ὁρῶμεν ἐπὶ Θεοῦ ταττόμενα, ἀλλ' ἕκαστον αὐτῶν οὐ τί κατ' οὐσίαν ἐστὶν ὁ Θεὸς, σημαῖνον φαίνεται, ἀλλ' ἢ τί οὐκ ἔστι δηλοῖ, ἢ σχέσιν τινὰ σημαίνει πρός τι τῶν διαστελλομένων. Οἷον φέρε εἰπεῖν, τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον τί οὐκ ἔστι δηλοῖ· τὸ δὲ πατὴρ ἢ ἀγένητος, ὅτι γεννήτωρ ἐστὶ πρὸς υἱὸν ἀντιδιαστελλόμενον, καὶ ὅτι οὐ γέγονεν· ἀλλὰ τούτων ἕκαστον οὐ τῆς οὐσίας ἐστὶ σημαντικὸν, καθάπερ ἤδη προείπομεν, ἀλλά τι τῶν περὶ τὴν οὐσίαν σημαίνει. Εἰ τοίνυν ἐκ τῶν τοιούτων ὀνομάτων ἤτοι σημασιῶν ἡμεῖς ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν χειραγωγούμεθα, πῶς εἰσόμεθα τὴν οὐσίαν αὐτοῦ μόνα τὰ περὶ αὐτὴν μανθάνοντες, οὐ τί ἔστι κατὰ φύσιν παιδευόμενοι; Ὅμοιον γὰρ ὡς εἴ τις λέγοι τὴν ἀνθρώπου ψυχὴν τί κατ' οὐσίαν ἐστὶν ἐπίστασθαι σαφῶς, εἴπερ εἰδείη ὅτιπερ ἄποιος, ἄποσός τέ ἐστι καὶ ἀσχημάτιστος· ἢ εἴπερ λέγοι τὸ σῶμα τυχὸν τὸ ἀνθρώπινον τί κατὰ φύσιν ἐστὶν εἰδέναι, ἢ λευκὸν ἢ μέλαν εἶναι λέγοι. Οὐκοῦν οὐκ ἐκ τῶν περὶ τὰς οὐσίας αἱ οὐσίαι γνωσθήσονται, ἀλλ' ἐξ ὧν εἰσιν αὐταὶ καθ' ἑαυτάς. ΑΛΛΟ. Ἁπλοῦς καὶ ἀσύνθετος ὢν ὁ Θεὸς πρὸς ἁπάντων ὁμολογηθήσεται. Οὐκοῦν ἄτοπον τὸ λέγειν τοιαύτην ἔχειν αὐτὸν περὶ ἑαυτοῦ τὴν γνῶσιν, ὁποίαν ἂν καὶ ἡμεῖς. Εἰ γὰρ αὐτὸς ἕτερόν τί ἐστιν, ἑτέρα δέ τις παρ' αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις, σύνθετος ἔσται, καὶ οὐχ ἁπλοῦς. Ἐπειδὴ δὲ ἁπλοῦς ὁμολογουμένως, οὐχ ἕτερόν τι παρ' αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις· ἡμεῖς δὲ οὐχ οὕτως. Ἐσμὲν γὰρ κατ' οὐσίαν ἰδίως· ἐν δὲ τῇ οὐσίᾳ κειμένην ἔχομεν τὴν γνῶσιν, ὥσπερ χρῶμα ἐν σώματι. Οὐκ ἄρα παραπλήσιον εἰσόμεθά τι τῷ Θεῷ οἱ μὴ οὕτως ὄντες ὡς αὐτός. Ἀλλ' αὐτὸς μὲν ὡς αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων ἀνωτάτω, θεωρήσει θεοπρεπῶς τά τε ὄντα καὶ ἑαυτόν. Ἡμεῖς δὲ τὸ δοθὲν ἡμῖν μέτρον ὑπερβαίνειν οὐ δυνάμενοι ὡς ἐν 75.453 ἐσόπτρῳ καὶ αἰνίγματι τὸν ἀκατάληπτον ὁρῶμεν Θεόν.
ΛΟΓΟΣ ΛΒʹ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς Καινῆς ∆ιαθήκης ὅτι Θεὸς κατὰ
φύσιν ὁ Υἱὸς, εἰ δὲ τοῦτο, οὐ ποίημα, οὐδὲ κτίσμα. Ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ῥωμαίοις ἐπιστέλλων Παῦλος, ∆οῦλος, φησὶν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Καὶ πάλιν ἐν τῇ αὐτῇ Ἐπιστολῇ περὶ τοῦ Σωτῆρος λέγει· ∆ι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ. Ὁ λέγων εἰς Εὐαγγέλιον ἀφωρίσθαι Θεοῦ, παραχρῆμά φησιν, ἀπεστάλθαι κηρύξων ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος τοῦ