1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

144

ἡμῶν οἰκονομεῖσθαι. 194.τ ΖΩΙΛΩ 194.1 Οἷα ποιεῖς, ὦ θαυμάσιε, προλαμβάνων ἡμᾶς εἰς τὸ τῆς ταπεινώσεως μέτρον; Ὅς γε τοιοῦτος ὢν τὴν παίδευσιν καὶ οὕτως εἰδὼς ἐπιστέλλειν, ὡς δηλοῖ τὰ γράμματα, ὅμως ἀξιοῖς, ὡς ἐπὶ τολμηροτέρᾳ τινὶ ἐγχειρήσει καὶ ὑπερβαι νούσῃ σου τὴν ἀξίαν, συγγνώμης παρ' ἡμῶν τυγχάνειν. Ἀλλὰ τῆς εἰρωνείας ταύτης ἀφέμενος ἐπίστελλε ἡμῖν διὰ πάσης προφάσεως. Εἴτε γὰρ ἡμῖν λόγων μέτεστιν, ἥδιστα λογίου ἀνδρὸς γράμμασιν ἐντευξόμεθα· εἴτε καὶ τὸ τῆς ἀγάπης καλὸν ὅσον ἐστὶ παρὰ τῆς Γραφῆς πεπαιδεύμεθα, τοῦ παντὸς ἀξίαν τιθέμεθα ἀνδρὸς ἀγαπῶντος ἡμᾶς ὁμιλίαν. Εἴη δέ σε γράφειν ἃ εὐχόμεθά σοι ἀγαθά, ὑγείαν σώματος καὶ εὐθηνίαν οἴκου παντός. Τὰ δὲ ἡμέτερα μηδὲν ἀνεκτότερα γίνωσκε τῆς συνηθείας εἶναι. Ἀρκεῖ δὲ τοσοῦ τον εἰπεῖν καὶ ἐνδείξασθαί σοι τοῦ σώματος ἡμῶν τὴν ἀσθένειαν. Τὴν γὰρ νῦν κατέχουσαν ἡμᾶς εἰς τὸ ἀρ ρωστεῖν ὑπερβολὴν οὔτε λόγῳ ἐνδείξασθαι ῥᾴδιον οὔτε ἔργῳ πεισθῆναι, εἴπερ ἐκείνων ὧν αὐτὸς ᾔδεις εὑρέθη τι πλεῖον παρ' ἡμῶν εἰς ἀρρωστίαν. Θεοῦ δὲ τοῦ ἀγαθοῦ ἔργον δοῦναι ἡμῖν δύναμιν πρὸς τὸ ἐν ὑπομονῇ φέρειν τὰς ἐπὶ συμφέροντι ἡμῖν ἐπαγομένας εἰς τὸ σῶμα πληγὰς παρὰ τοῦ εὐεργετοῦντος ἡμᾶς Κυρίου.

195.τ ΕΥΦΡΟΝΙΩ ΕΠΙΣΚΟΠΩ ΚΟΛΩΝΕΙΑΣ ΑΡΜΕΝΙΑΣ 195.1 ∆ιὰ τὸ μακρὰν ἀπῳκῆσθαι τῶν ὁδευομένων τόπων τὴν Κολώνειαν ἣν ὁ

Κύριος ἔδωκεν ὑπὸ σοὶ διιθύνεσθαι, πολλάκις, κἂν τοῖς ἄλλοις ἀδελφοῖς ἐπιστέλλωμεν τοῖς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὀκνηρῶς πέμπομεν γράμματα πρὸς τὴν εὐλάβειάν σου μηδένα ἐλπίζοντες εἶναι τὸν μέχρις ἐκείνων διακομίζοντα. Ἀλλὰ νῦν ἢ αὐτόν σε πα ρέσεσθαι προσδοκῶντες ἢ διαπεμφθήσεσθαι τὴν ἐπιστολὴν παρὰ τῶν ἐπισκόπων οἷς ἐπεστείλαμεν, καὶ γράφομεν τῇ εὐλαβείᾳ σου καὶ προσαγορεύομέν σε διὰ τοῦ γράμματος, ὁμοῦ μὲν σημαίνοντες ὅτι δοκοῦμεν ἔτι εἶναι ὑπὲρ τῆς γῆς, ὁμοῦ δὲ παρακαλοῦντες προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ἐλαττώσῃ τὰς θλίψεις καὶ τὸ πολὺ τοῦτο βάρος τῆς ὀδύνης τῆς νῦν ἐπικειμένης ταῖς καρδίαις ἡμῶν, οἷόν τι νέφος, ἀφ' ἡμῶν ἀπαγάγῃ. Ἔσται δὲ τοῦτο, ἐὰν ταχεῖαν δῷ τὴν ἐπάνοδον τοῖς θεοφιλεστάτοις ἐπισκόποις οἳ νῦν εἰσιν ἐν τῇ διασπορᾷ δίκας διδόντες ὑπὲρ τῆς εὐσεβείας.

196.τ ΑΒΟΥΡΓΙΩ 196.1 ∆ιάττειν σε ὡς τοὺς ἀστέρας, ἄλλοτε κατ' ἄλλο μέρος τῆς βαρβαρικῆς

ἀνίσχοντα, νῦν μὲν σιτηρέσια τῷ στρα τιωτικῷ παρέχοντα, νῦν δὲ Βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, ἡ τῶν ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει. Εὐχόμεθα δὲ τῷ Θεῷ, κατὰ λόγον μέν σοι προιοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προελθεῖν, καὶ φανῆναί ποτε τῇ πατρίδι, ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν. Τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου ὅσον ἀναπνεῖν μόνον.

197.τ ΑΜΒΡΟΣΙΩ ΕΠΙΣΚΟΠΩ ΜΕ∆ΙΟΛΑΝΟΥ

197.1 Μεγάλαι καὶ πολλαὶ τοῦ ∆εσπότου ἡμῶν αἱ δωρεαὶ καὶ οὔτε τὸ μέγεθος

αὐτῶν μετρητὸν οὔτε τὸ πλῆθος ἀριθμητόν. Μία δὲ τῶν μεγίστων δωρεῶν ἐστι τοῖς εὐαισθήτως δεχομένοις τὰς χάριτας καὶ ἡ παροῦσα αὕτη, ὅτι πλεῖστον ἡμᾶς τῇ θέσει τοῦ τόπου διῃρημένους ἔδωκεν ἀλλήλοις συνάπτεσθαι διὰ τῆς ἐν τοῖς γράμμασι προσφω νήσεως. Καὶ γνώσεως τρόπον διττὸν ἡμῖν ἐχαρίσατο· ἕνα μὲν διὰ τῆς συντυχίας, ἕτερον δὲ τὸν διὰ τῆς τοῦ γράμμα τος ὁμιλίας. Ἐπεὶ οὖν ἐγνωρίσαμέν σε δι' ὧν ἐφθέγξω, καὶ ἐγνωρίσαμεν οὐ τὸν σωματικὸν χαρακτῆρα ταῖς μνή μαις ἡμῶν