οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
εἰς βοήθειαν δέδωκεν." Ἄθρει δέ μοι τὸν νομομαθῆ καὶ ἱερώτατον Παῦλον, εἰς ἀκριβῆ τῶν τοιῶνδε κατάσκεψιν καθιέντα τὸν νοῦν, καὶ βασανί ζοντα μὲν ἰσχνῶς τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν κινη μάτων τὸ θράσος· παραδεικνύντα δὲ μετὰ τούτου τὸν ἀποχρώντως ἡμῖν ἐπικουροῦντα νόμον. Ἔφη γὰρ οὕ τως· "Οἶδα μὲν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραγμένος ὑπὸ τὴν ἁμαρ τίαν. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω· ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ 77.828 ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκ ἔτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰ κοῦσα ἐν ἐμοὶ ἁμαρτία." Τί φὴς, ὦ μακάριε Παῦλε; Σαρκικὸς καὶ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, ὃ κατ εργάζῃ δὲ, οὐ γινώσκεις; εἶτα ποιεῖς ὃ μισεῖς; Οὐ γὰρ ἕκαστος ἡμῶν ἐθελουσίοις τοῦ νοῦ ῥοπαῖς ἐφ' ἕκαστα τῶν πρακτέων ἔρχεται, καὶ τὸ ἑλέσθαι τὸ δοκοῦν ἀνεπίπληκτον ἔχει, καὶ τῶν ἑαυτοῦ θελημά των τὰς ἡνίας διεκληρώσατο; Ναὶ, φησὶ, ἀλλ' οἶδα τὴν ἡδονὴν καταγοητεύουσαν ἔσθ' ὅτε καὶ τὸν εὐδό κιμον νοῦν, ἐφ' ἃ μὴ προσῆκεν εὐκόλως καταβιβά ζουσαν. Οἶδα καὶ ἀνεθέλητον ὑπομένοντα βλάβος. Οὐ γὰρ ὃ θέλει πάντως τοῦτο ποιεῖ· παραχωρεῖ δὲ μᾶλλον ταῖς τῶν παθῶν ἐμβολαῖς, καὶ ταῖς ἐντεῦθεν ἐπικρατείαις πλεονεκτούμενος, ἡττᾶται καὶ οὐχ ἑκὼν, καὶ τῷ τοῦτο πεπονθότι πρέποι ἂν εἰπεῖν· "Νυνὶ δὲ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία." Ὁρᾷς ὅπως τῶν μὲν ἐμφύτων καὶ ἐν ἡμῖν καταγορεύει παθῶν, ὁμολογεῖ δὲ τὴν ἧτταν, καὶ γράφεται τὴν πλεονεξίαν, καὶ δέδιε τὴν ἀντίστασιν οὐ φορητὴν εἶναι λέγων; Ὅτι δὲ ἀληθὲς ὅ φημι, σαφηνιεῖ πάλιν αὐτὸς ὁ θεσπέσιος Παῦλος, προσεπάγων οἷς ἔφη καὶ συνάπτων ἐφεξῆς· "Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν, ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν. Τὸ γὰρ θέλειν παράκειταί μοι· τὸ γὰρ κατεργάζεσθαι τὸ καλὸν, οὔ. Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ' ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω. Εἰς δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατερ γάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εὑ ρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ κα λὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται." Συνίης οὖν ὅπως κατεξανίσταται μὲν ἀγρίως τῆς ἑκάστου ψυχῆς ἡ τῆς φαυλότητος προσβολὴ, καὶ καθίησι μὲν ἀβου λήτως τὸν ἐν ἡμῖν ὄντα νοῦν ἐπὶ τὸ αὐτῇ δοκοῦν, παραιρεῖται δὲ ὥσπερ καὶ τὸ ἐλεύθερον εἰς ῥοπὰς, ὡς οὐκ ἔτι μὲν ἡμῶν, αὐτῆς δὲ τάχα που καὶ μόνης ὁρᾶσθαι τὸ δρώμενον. Ἀλλ' οὐχ ὑπερεῖδεν ἡμῶν ὁ ∆η μιουργὸς, οὔτε μὴν εἰς ἅπαν ἀνεπικούρητον τὴν ἀν θρώπου φύσιν ἀφεὶς, παρῆκεν ἑτοίμως καταληΐζεσθαι ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς. Ἐπιτιμᾷ γὰρ ὁ νόμος ταῖς εἰς τοῦτο ῥοπαῖς, κἂν πλεονεκτῇ τὸ πάθος, ἀντ ανίσταται σοφῶς καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον, τῆς ἐγκρατείας τὸ κάλλος παραδεικνύς· καὶ τοῖς τῆς ἀρετῆς αὐχήμασιν ἐπιγάννυσθαι ποιῶν. Ἐπέκεινα τοίνυν τῆς βεβήλου καὶ μυσαρωτάτης ἡδονῆς τὴν διάνοιαν στήσαντες, σιτίων τε καὶ ποτῶν ὀλίγα πε φροντικότες, "Ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, καθὰ γέγραπται· νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν." Ἐπιστέλλει γὰρ οὕτως ἡμῖν ὁ σοφώτατος Παῦλος. Κατηῤῥώστησε μὲν γὰρ ὁμολογουμένως ἡ τοῦ σώματος φύσις, τὸ εὐπάροιστον εἰς ἐπιθυμίαν· ἀλλ' οὐχὶ ὁρῶμεν ἠφειδηκότα τῶν καθ' ἡμᾶς τὸν τῶν ὅλων ∆ημιουργὸν, φροντίδος δὲ μᾶλλον ἀξιοῦν ἐθέλοντα τῆς προὐργιαιτάτης. Καὶ 77.829 γοῦν τὸν Υἱὸν αὑτοῦ ἔδωκε τὸν μονογενῆ, ἵνα καθ' ἡμᾶς γενόμενος ἄνθρωπος, καὶ σῶμα λαβὼν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας, νεκρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ἴδιον γὰρ γεγονὸς τὸ σῶμα τοῦ Λόγου, παθῶν μὲν εὐθὺς τῶν καθ' ἡμᾶς ἀπηλλάττετο, καὶ τῶν εἰς φαυλότητα κινημάτων τὸ κέντρον ἀπεσκευάζε το· μετεστοιχειοῦτο δὲ ὥσπερ πρὸς θεοπρεπῆ καὶ ἀπόῤῥητον καθαρότητα, νεκρουμένης ἐν αὐτῷ τῆς ἁμαρτίας, καὶ οἷον ἐκ βάθρων αὐτῶν κατασειομένης τῆς ἡδονῆς. Ὥσπερ γὰρ θανάτου κρεῖττον ἦν, ὅτι ζωῆς τῆς κατὰ φύσιν γέγονε σὰρξ, κατὰ τὸν ἴσον, οἶμαι, τουτῳὶ τρόπον τὴν τῆς ἁμαρτίας πεπάτηκε δύναμιν. Ἴδιον γὰρ ἦν τοῦ μὴ εἰδότος ἁμαρτίαν. Καὶ ἀληθῆ τὸν