Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
πλανώμεθα τὴν ἀλήθειαν οὐκ ἀλλάξαντες. Οὐκοῦν οὐ ποίημα ὁ ἐξ ἀντιστρόφου τοῖς ποιήμασιν, ὡς κτίστης μετὰ Πατρὸς νοούμενος, καὶ ὑπάρχων εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. ΑΛΛΟ. Πρὸς τοὺς ἐπὶ τοῖς οἰκείοις πταίσμασιν οὐκ εἰδότας μετανοεῖν, ἄῤῥηκτον δὲ ὥσπερ ἐπιθέντας ἑαυτοῖς τῆς φαυλότητος τὸν δεσμὸν, ὁ Παῦλός φησι· Κατὰ 75.457 δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἶτα πάλιν ἑτέροις· Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἐνώπιον τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον. Οὐκοῦν εἰ παραστησόμεθα πάντες τῷ βήματι τοῦ Χριστοῦ (Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ), καὶ αὐτὸς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· πῶς οὐκ ἔσται φύσει Θεὸς, τοῦ Παύλου λέγοντος ἀποκάλυψιν ἔσεσθαι δικαιοκρισίας Θεοῦ, τὴν ἐφ' ἑκάστῳ τῶν κρινομένων παρ' αὐτοῦ τιθεμένην ψῆφον δηλαδὴ, ὡς τοῖς μὲν φαύλοις εἰπεῖν· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον· τοῖς δὲ τῆς εἰς αὐτὸν εὐσεβείας ἐργάταις· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, καὶ τὰ ἑξῆς. ΑΛΛΟ. Γέγραπται πάλιν· ∆ιότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. ∆ιὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. ∆ικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας. Ὅτε τοίνυν πιστεύοντες εἰς Χριστὸν δικαιούμεθα, ὡς τὸν ὄντα φύσει καὶ κατὰ ἀλήθειαν ἐπιγνόντες Θεὸν (τοῦτο γὰρ ἐπισφραγίζει καὶ αὐτὸς ὁ Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων· Νυνὶ δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ)· πῶς ἔσται ποίημα ἢ κτίσμα ὁ Υἱὸς, καὶ οὐχὶ μᾶλλον Θεὸς, κατὰ τὰς τῶν ἁγίων φωνάς; ΑΛΛΟ. Τοῖς δικαιουμένοις διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν συναγορεύων Παῦλός φησι· Λογιζόμεθα γὰρ δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου· ἢ Ἰουδαίων ὁ Θεὸς μόνων, οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν. Εἴπερ εἷς Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Τοῦτο ποιοῦντα Χριστὸν εὑρίσκομεν. ∆ικαιοῦν γὰρ ὑπισχνούμενος τοὺς πιστεύοντας εἰς αὐτὸν, Ἀμὴν, φησὶ, λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμὲ, οὐ κρίνεται, ἀλλ' ἔχει ζωὴν αἰώνιον. Εἰ δὲ πρέπει μόνῳ τὸ δικαιοῦν τῷ Θεῷ, δικαιοῖ δὲ Χριστὸς, πῶς οὐκ ἔστι φύσει Θεός; Εἰ δὲ τοῦτο, οὐ ποίημα. ΑΛΛΟ. Φησί που πάλιν ὁ Παῦλος περὶ τοῦ προπάτορος ἡμῶν Ἀβραάμ· Ὅς ἐστι πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται· Ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκρούς. Θεοῦ τοιγαροῦν ζωογονεῖν τοὺς νεκροὺς λεγομένου, εἶτα τοῦ Υἱοῦ φάσκοντος· Ἐγώ εἰμι ἡ ζωή· πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, κἀγὼ 75.460 ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· καὶ πάλιν, 75.460 Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· τίς οὐκ ἂν ὁμολογήσειεν, εἴ γε νοῦν ἔχοι, τῆς οὐσίας αὐτὸν ὑπάρχειν τῆς τοῦ Πατρὸς γνήσιόν τε καὶ ἀληθέστατον γέννημα, πάντα φέρον ἐν ἑαυτῷ φυσικῶς τὰ τοῦ γεννήσαντος ἴδια; Εἰ δὲ τοῦτο, Θεὸς ἄρα τὸ ἐκ Θεοῦ, καὶ οὐ κτίσμα ἢ ποίημα. ΑΛΛΟ. Τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων ὁ Παῦλός φησι· Μνημονεύετε γὰρ ὑμεῖς τὰ ἔθνη οἱ καλούμενοι ἀκροβυστία, ὅτι ἦτέ ποτε ἀπεξενωμένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, καὶ κεχωρισμένοι τῆς εὐλογίας τοῦ Ἰσραὴλ, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, νυνὶ δὲ ἐπιγνόντες Θεόν. Εἶτα τὸν τρόπον τῆς ἐπιγνώσεως αὐτοῖς ἐξηγούμενος λέγει· Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Ὅτε τοίνυν ὁ πιστεύων εἰς Χριστὸν Ἰησοῦν, καὶ ὁμολογῶν ὅτι Κύριός ἐστιν, ὡς Θεὸν ἐπιγνοὺς τὸν ἀληθινὸν, δικαιοῦται, πῶς οὐκ ἔστι κατὰ φύσιν Θεὸς ὁ Υἱός; Ὁ δὲ τοῦτο ὑπάρχων, πῶς ἂν εἴη καὶ ποίημα; ΑΛΛΟ. Τῶν θείων μυστηρίων οἰκονόμον καὶ λειτουργὸν ἑαυτὸν ἀναδεικνύων ὁ Παῦλος,